Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. ὃς τύχᾳ μὲν δαίμονος: ὅστις Ἀλκιμέδων τύχῃ μὲν ἀγαθῇ δαίμονος χρησάμενος ἀνδρείας οὐ διαμαρτὼν ἐν τέτρασι παίδων ἀπεθήκατο γυίοις νόστον ἔχθιστον, τουτέστι δ΄ ἐποίησε παῖδας οὐχ ἡδέως οἴκαδε ἀπονοστῆσαι τῆς νίκης στερήσας· ὡς δ΄ παῖδας αὐτοῦ καταβεβληκότος.

1.259

b. ὃς τύχᾳ μὲν δαίμονος: ὅστις Ἀλκιμέδων τῆς [*]() τοῦ δαίμονος εὐτυχίας καὶ τῆς ἀνδρείας τῆς ἰδίας οὐ διαμαρτὼν ἐν τέτρασι παίδων μέλεσιν ἐναποθέμενος τὴν ἑαυτοῦ ἰσχὺν, τοῖς ἡττηθεῖσι τὴν ἐπὶ τὴν πατρίδα ἀνακομιδὴν ἐχθροτάτην εἶναι παρεσκεύασε, καὶ τὴν γλῶτταν αὐτῶν τῆς παρρησίας ἀφείλετο, καὶ τὸ βάδισμα κρύφιον καὶ ἀπαρρησίαστον πεποίηκε· τοιαῦτα γὰρ τὰ τῶν ἡττωμένων ἀτυχήματα.

c. ἄλλως· ὅστις τῆς τοῦ δαίμονος εὐτυχίας οὐχ [*]() ἁμαρτήσας, οὐκ ἀποτυχὼν δὲ οὐδὲ τῆς ἰδίας ἀνδρείας, ἐνίκησεν.

a. ἐν τέτρασι παίδων: τουτέστι τέσσαρας παῖδας [*]() ἐνίκησε καὶ ἐποίησεν οὐχ ἡδέως οἴκαδε ἀπονοστῆσαι, τῆς νίκης στερήσας· οἱονεὶ κακῶς ἀπέπεμψεν· ὡς τέσσαρας αὐτοῦ καταβεβληκότος.

b. ἀπεθήκατο οὖν εἰς τὰ γυῖα [*]() αὐτῶν τῶν ἀγωνισαμένων αὐτῷ τὴν ἰδίαν δύναμιν· ἀπὸ τοῦ παρακολουθοῦντος, ἐνίκησεν αὐτοὺς, καὶ ἐποίησεν αὐτῶν τὸν νόστον ἔχθιστον· οἱ γὰρ νικηθέντες ὅταν οἴκαδε ἀπίωσιν, ἐν κατηφείᾳ εἰσίν.