Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. νῦν μὲν γὰρ αὐτῷ γέρας: λείπει ἢ ἤνεγκεν ἢ περιεποίησεν. οὐ δεκτέον δὲ ὅτι τριακοντάκις Ἀλκιμέδων ἐνίκησεν, ἀλλ᾿ ὅτι Μελησίας γυμνάσας τριάκοντα ἀθλητὰς νίκας αὐτῶν ἐδέξατο. ἦν δὲ τριακοστὸς Ἀλκιμέδων. δύναται δὲ τὸ ἑλών μετοχὴ ἀντὶ ῥήματος τοῦ ἑλεῖν.

[*]()b. νῦν μὲν αὐτῷ γέρας: τῷ Μελησίᾳ.

c. ἐπὶ τοίνυν τοῦ παρόντος δόξα αὐτῷ ἐστιν ὁ Ἀλκιμέδων τριακοστὸς νικητὴς ἀναδειχθείς. λέγεται γὰρ σὺν τούτῳ ἀλεῖψαι τριάκοντα μαθητάς.

d. ἄλλως· νῦν τῷ ἀλείπτῃ Μελησίᾳ γέρας ὁ Ἀλκιμέδων περιεποίησε· τὸ γὰρ περιεποίησεν ἔξωθεν προσληπτέον.

e. οὐ δεκτέον [δὲ] πάντως ὅτι ὁ Ἀλκιμέδων τριάκοντα νίκας ἔσχεν· ἀλλ᾿ ὁ Μελησίας γυμνάσας ἀθλητὰς νίκας αὐτῶν ἐδέξατο τριάκοντα.