Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()b. καὶ γὰρ Ἀλκμήνας νόθον: καὶ γὰρ τὸν Ἀλκμήνης νόθον ἀδελφὸν Λικύμνιον ῥοπάλῳ ἐλαίας τύπτων ἀπέκτεινεν ἐν τῇ Τίρυνθι παραγενόμενον ἐκ τῆς οἰκίας τῆς ἑαυτοῦ μητρὸς Μιδέας ὁ Τληπόλεμος ὁ παλαιὸς οἰκιστὴρ τῆς χώρας. πῶς δὲ νόθος ἀδελφὸς Λικύμνιος Ἀλκμήνης; Ἀλκμήνη μὲν ἐξ Ἠλεκτρύωνος καὶ Λυσιδίκης τῆς Πέλοπος θυγατρὸς γνησίας γυναικός· Λικύμνιος δὲ ἐξ Ἠλεκτρύωνος καὶ Μιδέας γυναικὸς Φρυγίας τὸ γένος.

[*]()νόθον: ἀκουσίως αὐτόν φασιν ἀνῃρηκέναι. νόθον δὲ εἶπεν ὅτι ἐκ Μιδέας τῆς παλλακίδος ἦν, Ἀλκμήνη δὲ καὶ οἱ αὐτῆς ἀδελφοὶ ἐκ Λυσιδίκης.

[*]()σκληρᾶς ἐλαίας: ἀπεσκληκότι ξύλῳ καὶ ῥοπάλῳ ἐλαΐνῳ.

[*]()a. ἐλθόντ᾿ ἐκ θαλάμων: παραγενόμενον εἰς Ἄργος ἐκ τῶν οἴκων τῆς Μιδέας· ἤτοι τῶν τῆς μητρὸς, ἢ καὶ τῆς ὁμωνύμου πόλεως· ἔστι δὲ αὕτη τοῦ Ἄργους ἡ πόλις.

[*]()b. (Μιδέας:) τῆς μητρός.

1.213

ἐκ θαλάμων: δύναται ἑκατέρως ἀκούεσθαι· ἔκ τε [*]() τῶν τόπων τῆς πόλεως Μιδέας, καὶ ἐκ τῶν θαλάμων τῆς μητρὸς Μιδέας· ἀφ᾿ ἧς καὶ Ἠλεκτρύωνος [καὶ] Λικύμνιος.