Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

b. ἄλλως· ἀδύνατόν ἐστι τοῦτο εὑρεῖν τὸ περιτυχεῖν ἀνδρὶ καὶ γνῶναι τὸ φέρτατον.

c. ἀντὶ τοῦ τὸ ἀποβησόμενον ἀφ᾿ οὗ τις γεννηθῇ μέχρι τέλους.

d. τοῦτο δ᾿ ἀμήχανον: καὶ τὸ τοιοῦτον γνῶναι [*]() ἀδύνατόν ἐστι· τὸ ποῖον; ὁποῖόν τε νῦν καὶ ἐπὶ τοῦ παρόντος βέλτιστόν ἐστι καὶ ἐν ὑστέρῳ· οἷον εἰ καὶ ἐν τῇ τελευτῇ ἕξει τις καλόν. ἡ δὲ ἀπότασις πρὸς τὸν Τληπόλεμον.[*]()

e. τοῦτο δ᾿ ἀμάχανον εὑρεῖν: τὴν παροῦσαν καὶ [*]() τὴν μέλλουσαν εὐδαιμονίαν ἀμήχανόν ἐστιν εὑρεῖν. ὁ γὰρ Τληπόλεμος | ἐν ἀρχῇ ἀτυχήσας ὕστερον ἐβασίλευσε τῆς [*]() Ῥόδου.

(τυχεῖν:) συμβῆναι. [*]()

a. καὶ γὰρ Ἀλκμήνας: Ἀλκμήνης ἀδελφὸν νόθον [*]()

1.212
Λικύμνιον ἐκ Φρυγίας Μιδέας † γενομένης γενόμενον Ἠλεκτρύωνι· ἀφ᾿ ἧς καὶ πόλις Μιδέα ἐν Ἄργει· ὃν ἀνεῖλεν ὁ Τληπόλεμος. οἱ γὰρ γνήσιοι παῖδες Ἠλεκτρύωνος ἀπὸ Λυσιδίκης ἐγένοντο ἕξ· Γοργοφόνος, Στρατοβάτης, Φυλονόμος, Κελαινεύς, Ἀμφίμαχος, Δηίμαχος, αἰτία δὲ τῆς ἀναιρέσεως ἐγένετο περί τινων τιμῶν· οἱ δὲ περὶ Ἀγίαν καὶ Δερκύλον (FHG IV, 386) φασὶν ἀκούσιον τὸν φόνον γενέσθαι.