Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

e. ἄλλως· ποντίαν παῖδ᾿ Ἀφροδίτας: τὴν Ῥόδον. [*]() διὰ τὸ εἶναι δὲ νῆσον ποντίαν εἶπεν.

c. οὐχ ὥς τινες

1.204
ἠβουλήθησαν, ἐξ Ἡλίου καὶ Ἀφροδίτης τὴν νύμφην γεγενῆσθαι· ἐναντίον γὰρ τὸ ἐπαγόμενον Ἀελίοιό τε νύμφαν· ἀλλ᾿ ἀκουστέον τὴν Ῥόδον Ἀφροδίτης παῖδα διὰ τὸ ἀνθηρὸν καὶ χαριέστατον, νύμφην δὲ Ἡλίου. λέγεται γὰρ θεασάμενος τὴν νύμφην καὶ ἐρασθεὶς, εἶτα ἁρπάσας ἐν τῇ ὁμωνύμῳ νήσῳ συγγενέσθαι· ἵνα τὸ μὲν ποντίαν παῖδ᾿ Ἀφροδίτας ἐπ᾿ αὐτῆς τῆς νήσου λάβωμεν, τὸ δὲ Ἀελίοιό τε νύμφαν ἐπ᾿ αὐτῆς τῆς ἡρωίδος ἀκούσωμεν.

[*]()f. παῖδ᾿ Ἀφροδίτης εἶπε τὴν Ῥόδον διὰ τὸ κάλλος τῆς νήσου. Ἡρόφιλος δὲ Ποσειδῶνος καὶ Ἀφροδίτης τὴν Ῥόδον εἶναί φησι, Ἐπιμένιδης (FHG IV, 404) δὲ αὐτὴν Ὠκεανοῦ γενεαλογεῖ· ἀφ᾿ ἧς τὴν πόλιν ὠνομάσθαι. τινὲς δὲ αὐτήν φασι κληθῆναι οὕτω διὰ τὸ σπουδαῖα ἔχειν ῥόδα· οἱ δὲ διὰ τὸ ῥοώδη εἶναι τὰ περὶ αὐτήν.

[*]()g. ἄλλως· ὅτι Ἀφροδίτης φησὶ γενέσθαι Ῥόδον θυγατέρα, ἀφ᾿ ἧς κληθῆναι τὴν νῆσον, Ἡλίου δὲ νύμφην.

h. Ἡλίου καὶ Ῥόδης ἐγένοντο παῖδες ἑπτὰ καὶ θυγάτηρ Ἠλεκτρυώνη.[*]()

[*]()Ἀφροδίτας: Ποσειδῶνος καὶ Ἀφροδίτης Ἡρόδωρος γενεαλογεῖ παρ᾿ Ἡροφίλῳ, οἱ δὲ Ποσειδῶνος καὶ Ἀμφιτρίτης. οἱ δὲ ὅτι εὐπρεπὴς ἡ Ῥόδος διὰ τὸ κάλλος.

[*]()Ἀελίοιό τε: Ἥλιος ἰδὼν αὐτὴν ἥρπασε καὶ ἐμίγη αὐτῇ ἐν τῇ ἀπ᾿ αὐτῆς κληθείσῃ Ῥόδῳ.[*]()

[*]()a. εὐθυμάχαν: ἤτοι μὴ ἐπιστρεφόμενον ἐν τῷ

1.205
πυκτεύειν, ἢ ἐπ᾿ εὐθείας ἐρχόμενον ἐν μάχῃ.