Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

ἔντεσιν αὐλῶν: περιφραστικῶς τοῖς αὐλοῖς, οὓς [*]() ἔντεα εἶπε παρὰ τὸ ἐντὸς ἔχειν τὴν φωνήν.

a. καὶ νῦν ὑπ᾿ ἀμφοτέρων: μετὰ αὐλῶν καὶ [*]() λύρας.

b. ἡ δὲ ὑπό ἀντὶ τῆς μετά· καὶ Ὅμηρος (Σ 492)· δαΐδων ὑπὸ λαμπομενάων.

c. κατῆλθον οὖν ἀπὸ Θήβης [*]() εἰς τὴν Ῥόδον, εἰς τὴν τοῦ νικηφόρου πατρίδα.

a. τὰν ποντίαν: διὰ τὸ εἶναι αὐτὴν νῆσον, διὰ [*]() τοῦτο ποντίαν εἶπε.

b. κατέβαν δὲ, κατῆλθον ἀπὸ Θήβης ἐπὶ τὴν Ῥόδον, ὑμνῶν αὐτὴν μετὰ αὐλῶν καὶ κιθάρας.

c. τὰν ποντίαν ὑμνέων παῖδ᾿ Ἀρφοδίτας: σύνηθες [*]() τῷ Πινδάρῳ τὰ τῶν Νηρηίδων ὀνόματα κατὰ τῶν πόλεων τῶν ὁμωνύμως λεγομένων τάττειν, καὶ τοὔμπαλιν· ἔστι δὲ ὅτε καὶ συμπλέκειν, ὥσπερ καὶ νῦν. παῖδα Ἀφροδίτης μὲν γὰρ λέγει τὴν ἡρωίδα· ὅτι δὲ ποντίαν ὀνομάζει, τὴν νῆσον βούλεται δηλοῦν. ἐὰν δὲ γράφηται παῖδα Ἀμφιτρίτης, ὡς Ἀμφιτρίτης αὐτῆς καὶ Ποσειδῶνος οὔσης τῆς Ῥόδου θυγατρός. κατὰ δὲ ταύτην τὴν γραφὴν τὸ ποντία οὐκέτι ἐπὶ τῆς νήσου θετέον, | ἀλλ᾿ ἐπὶ τῆς Ἀμφιτρίτης· [*]() καὶ γὰρ αὕτη ἐνάλιος δαίμων.

d. Ἀσκληπιάδης δέ φησι γενεαλογεῖσθαι τὴν Ῥόδον Ἀφροδίτης καὶ Ἡλίου· τὸν γὰρ Ἥλιον αὐτῆς ἐρασθῆναι καὶ ἐν αὐτῇ τῇ νήσῳ μιγῆναι.