Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
c. τελεῖται
1.231
δὲ κατὰ τὸ Ἄργος τὰ Ἥραια ἢ τὰ Ἑκατόμβαια διὰ τὸ ἑκατὸν βοῦς θύεσθαι τῇ θεῷ. τὸ δὲ ἆθλον, ἀσπὶς χαλκῆ· οἱ δὲ στέφανοι ἐκ μυρσίνης.d. ἄλλως· ἐν Ἄργει, ἐν τῷ [*]() Ἑκατομβαίων ἀγῶνι, χαλκὸς τὸ ἆθλον δίδοται, ὅτι Ἀρχῖνος Ἀργείων γενόμενος βασιλεὺς, ὃς καὶ ἀγῶνα πρῶτος συνεστήσατο, ταχθεὶς ἐπὶ τῆς τῶν ὅπλων κατασκευῆς, ἀπὸ τούτων καὶ τὴν τῶν ὅπλων δόσιν ἐποιήσατο. | Ἑκατόμβαια δὲ [*]() ὁ ἀγὼν λέγεται ὅτι πομπῆς μεγάλης προηγοῦνται ἑκατὸν βόες, οὓς νόμος κρεανομεῖσθαι πᾶσι τοῖς πολίταις.
e. τὸ δὲ σημεῖον ὅτι Ἑκατόμβαια λέγει τὰ ἐν Ἄργει νενικηκέναι τὸν Διαγόραν.