Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()κλεινᾷ τ᾿ ἐν Ἰσθμῷ: θηλυκῶς τὴν Ἰσθμόν φησιν, ὡς καὶ ἐν ἄλλοις (O. XIV, 3) τὴν Ὀρχομενόν. λέγει δὲ τὸν Διαγόραν τετράκις Ἴσθμια νενικηκέναι.

[*]()Νεμέᾳ τ᾿ ἄλλαν ἐπ᾿ ἄλλᾳ: καὶ ἐν τῇ Νεμέᾳ ἄλλην ἐπ᾿ ἄλλῃ νίκην ἔσχεν· οἷον δὶς ἐνίκησεν, οὐκ ἐκ διαλείμματος μέντοι, ἀλλὰ πρώτην Νέμεα νικήσας, καὶ τὴν ἑξῆς ἀγωνισάμενος ἐστέφθη.

[*]()καὶ κρανααῖς ἐν Ἀθάναις: τὴν ὅλην Ἀττικὴν[*]() Ἀθήνας προσηγόρευσεν· | εἴη δὲ τὰ Παναθήναια νενικηκὼς ἢ τὰ Ἡράκλεια ἢ τὰ Ὀλύμπια ἢ τὰ Ἐλευσίνια [ἢ τὰ Πανελλήνια], [*]() ἴσως δὲ καὶ πάντα· | ἀδήλως γὰρ εἶπεν.

[*]()a. ὅ τ᾿ ἐν Ἄργει χαλκός: τὰ Ἥραια, ἃ καὶ Ἑκατόμβαια λέγεται διὰ τὸ πλῆθος τῶν θυομένων βοῶν. λαμβάνουσι δὲ ἐντεῦθεν οὐκ ἀργὸν χαλκὸν, ἀλλὰ τρίποδας καὶ λέβητας καὶ ἀσπίδας καὶ κρατῆρας.

[*]()b. ἔγνω νιν: ἐγνώρισε δὲ αὐτὸν καὶ ὁ ἐν τῷ [*]() Ἄργει διδόμενος χαλκὸς ἆθλον τῷ νικήσαντι.