Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. τῶν ἄνθεσι: ἐκ τῶν τιμώντων Τληπολεμίων ἐν [*]() Ἰσθμῷ εἰς τὰ Τληπολέμια οὗτος ἐνίκησε τετράκις εὐτυχέων.

1.230

[*]()b. τῶν ἄνθεσι Διαγόρας: τῶν παρὰ Ῥοδίοις ἄθλων.

c. ἄνθεσι δὲ τοῖς στεφάνοις. τελεῖται γὰρ αὐτόθι ἀγὼν Τληπολέμειος ἐπικαλούμενος. ἐγκωμιαστικῶς δὲ ὁ Πίνδαρος τὸν ἀγῶνα, Ἡλίῳ τελούμενον, εἰς τὸν Τληπόλεμον μετήγαγε. τελεῖται δὲ μηνὸς Γορπιαίου εἰκοστῇ τετάρτῃ ἡμέρᾳ. ἀπέχει δὲ τῶν Νεμέων ἡμέρας ἕξ. ἀγωνίζονται δὲ παῖδες καὶ ἄνδρες. ὁ δὲ στέφανος λεύκη δίδοται.

[*]()κλεινᾷ τ᾿ ἐν Ἰσθμῷ: θηλυκῶς τὴν Ἰσθμόν φησιν, ὡς καὶ ἐν ἄλλοις (O. XIV, 3) τὴν Ὀρχομενόν. λέγει δὲ τὸν Διαγόραν τετράκις Ἴσθμια νενικηκέναι.

[*]()Νεμέᾳ τ᾿ ἄλλαν ἐπ᾿ ἄλλᾳ: καὶ ἐν τῇ Νεμέᾳ ἄλλην ἐπ᾿ ἄλλῃ νίκην ἔσχεν· οἷον δὶς ἐνίκησεν, οὐκ ἐκ διαλείμματος μέντοι, ἀλλὰ πρώτην Νέμεα νικήσας, καὶ τὴν ἑξῆς ἀγωνισάμενος ἐστέφθη.

[*]()καὶ κρανααῖς ἐν Ἀθάναις: τὴν ὅλην Ἀττικὴν[*]() Ἀθήνας προσηγόρευσεν· | εἴη δὲ τὰ Παναθήναια νενικηκὼς ἢ τὰ Ἡράκλεια ἢ τὰ Ὀλύμπια ἢ τὰ Ἐλευσίνια [ἢ τὰ Πανελλήνια], [*]() ἴσως δὲ καὶ πάντα· | ἀδήλως γὰρ εἶπεν.