Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

c. τόθι: ἔνθα καὶ τῷ Τληπολέμῳ, τῷ τῶν Ἀργείων [*]() ἡγεμόνι, τῆς οἰκτρᾶς συμφορᾶς λυτήριον γλυκὺ ἵσταται. ἵσταται δὲ αὐτῷ τὸ λυτήριον ὡς τοῖς θεοῖς· θυσίαι γὰρ αὐτῷ διάφοροι γίνονται καὶ ἀγῶνες τελοῦνται.

d. λυτήριον δὲ τῆς συμφορᾶς τὴν μετοίκησίν φησι καὶ τὴν αὐτόθι τοῦ βίου διατριβήν.

μήλων τε κνισσάεσσα πομπά: ἡ θυσία. ἐπεί [*]() φασιν ὅτι ἀγὼν ἐκεῖ ἄγεται Τληπολέμεια. οἱ δὲ Ἡράκλεια· ὅθεν αὐτῷ θυσίαι ἀξιοπρεπεῖς τελοῦνται αὐτόθι.

a. κρίσις ἀμφ᾿ ἀέθλοις· κρίσιν εἶπε τὸν ἀγῶνα [*]() τῶν Ἡλιείων, ὃν τιθέασιν οἱ Ῥόδιοι. ἐψεύσατο δὲ ὁ Πίνδαρος· οὐ γὰρ Τληπολέμῳ, τῷ δὲ Ἡλίῳ τιθέασι τὸν ἀγῶνα. διὸ καὶ ἡλιορόδιον τὸν ἀγῶνα.

b. ἀμφ᾿ ἀέθλοις· τὸν ἀγῶνα τῶν Ῥοδίων ὃν τιθέασιν οἱ Ῥόδιοι Τληπολέμῳ. καὶ τοῦτο δὲ ψεύδεται ὁ Πίνδαρος· οὐ γὰρ Τληπολέμῳ ὁ ἀγὼν ἐπιτελεῖται· οὐ γὰρ Ἡλίῳ, ὡς Ἴστρος (FHG I, 427) φησὶν ἐν τῇ περὶ τῶν Ἡλίου ἀγώνων· Ῥόδιοι τιθέασιν Ἡλίου ἐν Ῥόδῳ γυμνικόν τε στεφανίτην· ἐν γὰρ Ῥόδῳ ἄγεται τὰ Τληπολέμια.