Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

b. ἄλλως· Τενάγης ἤτοι Φαέθων [ὁ νεώτατος], Ἀκτὶς, Μάκαρ, Χρύσιππος, Κάνδαλος, Τριόπης.[*]()

[*]()c. ἄλλως· Ἡλίου παῖδες καὶ Ῥόδης ἑπτὰ γίνονται·

1.227
Ὄχιμος, Κέρκαφος, Ἀκτὶς, Μακαρεὺς, Κάνδαλος, Τριόπης, Φαέθων ὁ νεώτερος, | ὃν οἱ ἐν τῇ νήσῳ ὀνομάζουσι Τενάγην. [*]() τοῦ δὲ Κερκάφου υἱοὶ Λίνδος, Ἰηλυσὸς, Κάμειρος, οἱ ὑπὸ Πινδάρου ὀνομαζόμενοι, ὥστε μὴ εἶναι αὐτοὺς υἱοὺς Ἡλίου, ἀλλ᾿ υἱωνούς. |

(d.) διὸ καί τινες γράφουσιν· ὧν εἷς μὲν [*]() Κάμειρον πρεσβύτατον· ὥστε τὸν λόγον εἶναι τοιοῦτον· ἀφ᾿ ὧν, τῶν Ἡλίου ἑπτὰ παίδων, εἷς Κέρκαφος ἐγέννησε τοὺς προκειμένους· ὥστε τὴν ἀπό πρόθεσιν ἔξωθεν λαμβάνειν ἡμᾶς.[*]()

a. τέκεν ἑπτά: Ἡλίου καὶ Ῥόδης (οὕτω γὰρ αὐτὴν [*]() Ἑλλάνικος καλεῖ) ἑπτὰ γίνονται παῖδες· Ὄχιμος, Κέρκαφος, Ἀκτὶς, Μάκαρος, Κάνδαλος, Τριόπης, Φαέθων ὁ νεώτερος, ὃν οἱ κατὰ τὴν νῆσον Τενάγην καλοῦσι. περὶ δὲ τῶν ὀνομάτων αὐτῶν διαφωνοῦσι· πάντες δὲ ἑπτά φασιν αὐτούς.

b. τέκεν ἑπτὰ σοφώτατα νοήματα: τουτέστι [*]() σοφωτάτους γενομένους. | ὁ γὰρ λέγων ὅτι Δημοσθένης ῥήτωρ [*]() ἐγένετο σοφώτατα νοήματα τῶν προτέρων ἀνδρῶν παραδεξάμενος, μηνύει ὅτι ῥήτωρ ἄριστος ἐγένετο.