Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
[*]()a. βλάστε μὲν νᾶσος: ὁ νοῦς· ἀνεβλάστησε καὶ ἀνεδόθη ἐκ τῆς θαλάσσης ἡ νῆσος, ἔχει δὲ αὐτὴν εἰς ἰδίαν μοῖραν ὁ Ἥλιος ὁ τῆς τῶν ὀξειῶν ἀκτίνων γενέσεως πατὴρ [Ἥλιος] καὶ τῶν πῦρ πνεόντων ἡγεμὼν ἵππων.
b. ἐκ δὲ [*]() τοῦ | ὀξειῶν, τῶν πυρωτικῶν ἀκουστέον· τὴν γὰρ ὀξύτητα καὶ ἐπὶ πυρώσεως λέγομεν.
[*]()ἔχει τέ μιν: αὐτὴν, τὴν νῆσον.
[*]()ὁ γενέθλιος ἀκτίνων: ὁ Ἥλιος, ὁ ἔφορος τῆς γενέσεως πάντων.
[*]()a. ἔνθα Ῥόδῳ ποτὲ μιχθείς: ὁ νοῦς· ἐν ᾗ νήσῳ τῇ νύμφῃ Ῥόδῳ μιχθείς ποτε ὁ Ἥλιος ἐγέννησεν ἑπτὰ παῖδας ἐπὶ τῶν παλαιῶν ἀνθρώπων τοὺς σοφώτατα νοήματα παραδεξαμένους [ἀντὶ τοῦ σοφωτάτους]. εἰσὶ δὲ οἱ Ἡλίου ἑπτὰ παῖδες οὗτοι· Κέρκαφος, Ἀκτὶς, Μακαρεὺς, [*]() Τενάγης, Τριόπης, Φαέθων ὁ νεώτερος, Ὄχιμος.