Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()d. (ἑτοῖμος:) νῦν ἁρμόδιος.

[*]()a. (ἐπεί:) ἀφ᾿ οὗ.

[*]()b. ἐπεὶ κατὰ γαῖ᾿: κεραυνωθεὶς γὰρ Ἀμφιάραος κατέδυ μετὰ τοῦ ἅρματος ἐν τῷ Ὠρωπῷ τῆς Βοιωτίας καταποθεὶς ὑπὸ τῆς γῆς.

c. αὐτόν τέ νιν: ὅτι ἐκ παραλλήλου τέθεικε τὰς ἀντωνυμίας, καὶ ἔστιν ἡ μία αὐτῶν περισσή.

d. κατεπόθη δὲ Ἀμφιάραος, οἱ μὲν περὶ Ὠρωπὸν, οἱ δὲ περὶ Κλεωνάς· τοὺς δὲ ἵππους αὐτοῦ φησιν Ἀντίμαχος (fr. 31 K) εἶναι †ἀσυστάτους, οἱ δὲ Θεσσαλούς· ὀνόματα δὲ αὐτῶν Θόας καὶ Δίας· ὁ δὲ ἡνίοχος αὐτοῦ Βάτων ἐκαλεῖτο ἢ Σχοίνικος, συγκαταποθεὶς αὐτῷ.

[*]()a. ὀνόματα τῶν ἵππων Δίας καὶ Θόας.

[*]()b. (ἔμαρψεν:) ὑπεδέξατο.

[*]()a. ἑπτὰ δ᾿ ἔπειτα πυρᾶν: τῶν διαβεβοημένων ἐστὶ καὶ τοῦτο, πῶς ἑπτά φησι γενέσθαι πυρὰς, [τῶν] ἑπτὰ ἐπιστρατευσάντων καὶ οὐ πάντων καέντων. Ἀμφιάραος μὲν κατεπόθη σὺν τοῖς ἵπποις ἐν Ὠρωπῷ· Πολυνείκης δὲ οὐκ ἐτάφη· ἄταφος γὰρ ἔμεινεν· Ἄδραστος δὲ ζῶν εἰς Ἄργος ἀπῆλθεν. καταλείπονται δ΄, Τυδεὺς, Καπανεὺς, Παρθενοπαῖος, Ἱππομέδων. ὁ μὲν οὖν Ἀρίσταρχός φησιν ὅτι ἰδιάζει καὶ ἐν τούτοις ὁ Πίνδαρος ὡς καὶ ἐν ἄλλοις. ὁ δὲ Ἀριστόδημός

1.159
φησι τὰς ἑπτὰ πυρὰς . . . ἀπολομένων. οὕτως καὶ Ἱππομέδων καὶ Ἀρμενίδας (FHG IV, 339) γράφουσι· καὶ πυρὰς ποιεῦντες ἑπτὰ ἐπὶ τοῖς †ἕρμεσιν ἐνταῦθα ὅπου καλοῦνται Ἑπτὰ Πυραὶ, ἢ ἀπὸ τῶν ἑπτὰ ἐπὶ Θήβας, ἢ ἀπὸ τῶν ἑπτὰ παίδων Νιόβης ἐκεῖ καυθέντων ἀπὸ τῶν ιδ΄ χωρισθεισῶν τῶν συζυγιῶν.