Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
f. ἀκίνδυνοι δ᾿ ἀρεταί: Ἡσίοδος λέγει (O. et D. 289) [*]()·
τῆς δ᾿ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν.ὁ δὲ λέγει ὅτι αἱ ἀρεταὶ αἱ χωρὶς πόνων καὶ κινδύνων οὐκ εἰσὶ τίμιαι οὔτε παρὰ τοῖς ἄλλοις ἀνθρώποις οὔτε παρὰ τοῖς θαλαττεύουσιν ἁπλῶς, εἰ μὴ καὶ ναύμαχός τις εἴη. | παραμυθεῖται δὲ αὐτὸν, ἐπειδὴ μετὰ μόχθου πολλοῦ [*]()ἐνίκησεν.
a. πολλοὶ δὲ μέμνανται: τὸ διὰ πόνου γιγνόμενον [*]() πολλοὶ ἀπομνημονεύουσιν.
b. ἢ οὕτως· πολλοὶ τοῦ καλοῦ μνημονεύουσιν ὅταν πονηθῇ.[*]()
a. καλὸν εἴ τι ποναθῇ: ταῦτα δὲ ὡς κάλλιστα [*]() παρὰ τοῖς πολλοῖς μνημονεύεται, τὰ μετὰ πόνων ἀγαθὰ συμβαίνοντα δικαίως.
b. τὸ δὲ πονηθῇ ἀντὶ τοῦ μετὰ [*]() πόνου κατορθωθείη.
a. Ἀγησία: σοὶ ·δὲ, ὦ Ἀγησία, πάρεστιν ἕτοιμον [*]() ἔχειν τὸν ἔπαινον ὡς ἐπῄνεσεν ὁ Ἄδραστος εἰς Ἀμφιάραον. οὗτος ὑπὸ γῆς κατεπόθη πολεμῶν ἐν Θήβαις. τίς οὖν τοῦ Ἀδράστου πρὸς τὸν Ἀμφιάραον ἔπαινος ἐοικώς σοι; ἐκεῖνος ἀγαθὸς ἦν πολεμεῖν καὶ μάντις, σὺ δὲ καὶ ἀνδρεῖος καὶ μάντις ἀγαθός. ἔχεις δὴ τὸν Ἀμφιαράου ἔπαινον ἑτοίμως.
b. Οἰκλέους δὲ παῖς Ἀμφιάραος.
c. τὶν δ᾿ αἶνος ἕτοιμος: σοὶ δὲ, ὦ Ἀγησία, πρόχειρος [*]() καὶ ἁρμόδιος ὁ ἔπαινος καὶ πρέπων ὁ ὑπὸ τοῦ