Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. ὄτρυνον νῦν ἑταίρους, Αἰνέα: ἀποστρέφει τὸν λόγον πρὸς Αἰνέαν τὸν χοροδιδάσκαλον. Αἰνέας γὰρ οὗτος χοροδιδάσκαλος, ᾧ ἐχρήσατο διὰ τὸ αὐτὸν ἰσχνόφωνον εἶναι καὶ μὴ δύνασθαι ἐν τῷ δημοσίῳ δι᾿ ἑαυτοῦ καταλέγειν τοῖς χοροῖς, ὅπερ οἱ πλείους καὶ μεγαλόφωνοι

1.187
τῶν ποιητῶν ἀγωνιζόμενοι ἐποίουν, δι᾿ ἑαυτῶν διδάσκοντες τοὺς χορούς. ἀπέστρεψεν οὖν τὸν λόγον ὁ Πίνδαρος πρὸς τὸν Αἰνέαν λέγων· παρόρμησον νῦν, ὦ Αἰνέα, τοὺς ἑταίρους τοὺς ἐν τῷ χορῷ, ὥστε ὑμνῆσαι πρῶτον μὲν τὴν Ἥραν· ἔπειτα δὲ γνωρίσαι τοῖς λόγοις ποίησον αὐτοὺς, εἰ κατὰ τὸν ἀληθῆ λόγον ἐκφεύγομεν τὸ ὄνειδος τῶν Βοιωτῶν | καὶ τὴν [*]() παροιμίαν τὴν λεγομένην Βοιωτία ὗς.

b. ἡ δὲ παροιμία ἐντεῦθεν· Ὕαντες, ἔθνος βάρβαρον ἀρχαῖον, κατῴκησαν τὴν Βοιωτίαν· οὕστινας ἐκ παραφθορᾶς τοῦ ὀνόματος, ἀντὶ τοῦ Ὕαντας λέγειν, Ὗς ἐκάλουν· ὥστε καὶ τοῖς ὕστερον διαδοθῆναι τὴν λέξιν ἐπὶ τῶν Βοιωτῶν καὶ λοιπὸν νομισθῆναι, | διὰ πολλὴν ἀλογίαν καὶ ἀγροικίαν οὕτως ἐξ ἀρχαίου αὐτοὺς [*]() κεκλῆσθαι, τούς τε βουλομένους εἰς ἀπαιδευσίαν ἐπισκώπτειν τινὰς, τοῦτο λέγειν· Βοιωτία ὗς.

c. ὁ δὲ νοῦς· [*]() παρόξυνον ἐπὶ τοῦ παρόντος τοὺς χορευτὰς, ὦ Αἰνέα, πρῶτον μὲν τὴν Ἥραν τὴν ἐν τῷ Παρθενίῳ ὄρει Παρθενίαν ἀνυμνῆσαι, καὶ γνῶναι ἀληθέσι λόγοις διὰ τοῦ ὕμνου ποίησον

1.188
τοὺς ἀκούοντας, εἰ ἀποφεύγομεν ἐκεῖνο τὸ ὄνειδος, ὃ ἀμουσίας ἕνεκεν ἡμῖν τοῖς Βοιωτοῖς προστρίβεται. ὑπάρχεις γὰρ τῶν Μουσῶν ἄγγελος ὀρθὸς καὶ ὑποφήτης, καὶ τρόπον τινὰ σκυτάλη καὶ σκῆτρον τούτων τυγχάνεις καὶ κρατὴρ ἡδὺς τῶν ὕμνων· ἀντὶ τοῦ, μουσικώτατος γὰρ εἶ.