Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()b. πίομαι ἀνδράσιν αἰχματαῖσιν ἕως τοῦ ὕμνον: ἀνδράσι νῦν τῷ τε Ἀγησίᾳ καὶ τοῖς τούτου προγόνοις.

c. τὸ δὲ πλέκων, ἤτοι πρὸς τὸ ποικίλον καὶ διάφορον τῆς φθογγῆς· λέγουσι γὰρ καὶ στροφὰς ὧδε· ἢ ὡς ἐπὶ στεφάνου μουσικοῦ.

d. ὁ δὲ λόγος· ὦ τῆς ἐμῆς πατρίδος Ἀρκαδικῆς Μετώπη· λέγει δὲ τοῦ ποταμοῦ· γεύσομαι τῷ ὕμνῳ καὶ εἰς τὸ ἐγκώμιον ἀναλήψομαι, αὐτῷ τε τῷ Ἀγησίᾳ καὶ τοῖς τούτου ἀνδρείοις καὶ πολεμικωτάτοις προγόνοις τὸν ποικίλον καὶ πολύφθογγον ὕμνον διαπλέκων καὶ συντιθείς.