Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. ὄρσο τέκνον: ὅρμα, τέκνον, τῆς ἐμῆς φωνῆς [*]() ὀπίσω· καθηγήσομαι μὲν ἐγὼ, σὺ δὲ ἀκολούθει εἰς τὴν ἐσομένην πάγκοινον χώραν, τὴν Ὀλυμπίαν.

b. ὄρσο τέκνον δεῦρο: ταῦτα παρὰ Ἀπόλλωνος [*]() πρὸς Ἴαμον· ἄγε δὴ ἀνίστασο, παῖ, ἀπέλθωμεν | εἰς τὴν [*]() ἐσομένην ὕστερον πολύκοινον καὶ πολυπληθῆ χώραν· λέγει δὲ τὴν Ὀλυμπίαν. ὡς δὲ θεὸς, καὶ μάντις ἀκριβής ἐστιν εἰς τὰ μέλλοντα.

c. πάγκοινον ἐς χώραν: κοινὴν χώραν τὴν Ἤλιδα, [*]() ὅτι πολλοὶ ξένοι ἐκεῖσε ἤρχοντο ἀγωνισόμενοι.

d. φήμας δὲ ὄπισθεν, οἷον τῇ φωνῇ ἀκολουθῶν· ὡς Ὅμηρος (Υ 131)· χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς.[*]()