Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

d. τὸ δὲ μετάλλασεν, ἐὰν λάβωμεν ἀντὶ τοῦ ἀνηρώτησεν, ἀκύρως κεῖται· μεταλλῆσαι γάρ ἐστι τὸ ζητεῖν, ὡς ἐπὶ τῶν μετάλλων.

e. ἄλλως· μετάλλασέ τέ νιν: ἰδίως κέχρηται τῇ [*]() λέξει· μεταλλῆσαι γάρ ἐστι τὸ ζητῆσαι, ἀπὸ τῶν μετάλλων. νῦν δὲ ἐπ᾿ οὐδενὸς τοιούτου τέταχεν, ἀλλὰ ἀντὶ τοῦ ἐφθέγξατο καὶ προσεῖπε καὶ οἱονεὶ ἐφιλοφρονήσατο.

f. ἔνιοι δὲ οὕτως· ἐπεὶ ἀφανὴς ἦν ὁ Ἀπόλλων τῷ Ἰάμῳ, μόνῃ δὲ φωνῇ προσεῖπεν αὐτὸν, ἐφθέγξατο μὲν ὁ Ἀπόλλων, ὁ δὲ Ἴαμος ἐζήτησε τὸν φθεγξάμενον τίς ἦν.

g. τὸ δὲ ἑξῆς λεγόμενον· ἐφθέγξατο· ὄρσο τέκος.