Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. ὄλβον: τὸν ἐξ ὑγιοῦς ὄλβον.

b. εἴ τις ἄρδοι: οἷον εἴ τις ἐπιμελούμενος τοῦ ἀπὸ τῶν καλῶν συναγομένου πλούτου τοῦτον αὔξει ἱκανὸς ὢν τοῖς κτήμασι καὶ προσκτώμενος εὐλογίαν, μὴ ζητείτω θεὸς γενέσθαι· ταῦτα γὰρ αὐτῷ ἱκανά.

[*]()κτεάτεσσιν: ἀπ᾿ εὐθείας τῆς κτέατος Δωρικῶς· τὰ γὰρ εἰς -ον- εἰς -ος- ποιοῦσιν, ὡς παρ᾿ Ὁμήρῳ (Η 475)· ἀνδραπόδεσσιν.

[*]()τέλος.

[*]()Ἀγησίᾳ Συρακουσίῳ ἀπήνῃ.[*]()

[*]()Ἀγησίᾳ Συρακουσίῳ υἱῷ Σωστράτου ἀπήνῃ.

[*]()Ἀγησίᾳ Συρακουσίῳ ἀπήνῃ υἱῷ Σωστράτου.

[*]()Τοῦ ς΄ εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἐστὶν ια΄. τὸ α΄ ἐστιν ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ β΄ προσοδιακὸν δίμετρον ἀκατάληκτον. τὸ γ΄ προσοδιακὸν τρίμετρον ἀκατάληκτον, α΄ χοριάμβου, β΄ ἰωνικοῦ, γ΄ χοριάμβου. τὸ δ΄ ἐγκωμιολογικόν. τὸ ε΄ Εὐριπίδειον. τὸ ς΄ προσοδιακὸν ὑπερκατάληκτον δίμετρον. τὸ ζ΄ ἰαμβέλεγος.

τὸ η΄ ἴαμβος τρίμετρος. τὸ θ΄ ὅμοιον τῷ ἕκτῳ. τὸ ι΄ ἐγκωμιολογικόν. τὸ ια΄ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον.

1.153

ἡ δὲ ἐπῳδὸς κώλων ιδ΄. τὸ α΄ ἐγκωμιολογικὸν παρὰ μίαν τοῦ πενθημιμεροῦς ἰαμβικοῦ. τὸ β΄ προσοδιακὸν δίμετρον ἀκατάληκτον. τὸ γ΄ Στησιχόρειον τῷ Πινδαρικῷ ἰδιώματι· ὁ γὰρ τελευταῖος ἀντὶ τροχαίου ἴαμβον ἔχει. τὸ δ΄ ἀναπαιστικὸν μονόμετρον ἀκατάληκτον. τὸ ε΄ ἰωνικὸν δίμετρον ὑπερκατάληκτον. τὸ ς΄ ἰωνικὸν μονόμετρον ὑπερκατάληκτον, [ἢ ἀναπαιστικὸν δίμετρον]. τὸ ζ΄ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ η΄ Εὐριπίδειον. τὸ θ΄ ὅμοιον τῷ β΄ τῆς στροφῆς κατὰ τὸ ἔθος τῶν ἰωνικῶν ἀπὸ βραχείας. τὸ ι΄ δακτυλικὸν πενθημιμερές. τὸ ια΄ ὅμοιον τῷ β΄ τῆς στροφῆς. τὸ ιβ΄ δακτυλικὸν τρίμετρον καταληκτικόν. τὸ ιγ΄ προσοδιακὸν ἀπὸ χοριάμβου. τὸ ιδ΄ Στησιχόρειον.[*]()

Inscr.a. Τὸν Ἀγησίαν οἱ μὲν Συρακούσιον, οἱ δὲ Στυμφάλιον. [*]() οἱ δὲ χρόνοι τῆς ᾠδῆς οἱ πρὸς τῆς καταλύσεως τοῦ τῆς ἀπήνης ἀγωνίσματος· κατελύθη δὲ περὶ τὴν πε΄ Ὀλυμπιάδα. ἄπορον δὲ τὴν πόστην Ὀλυμπιάδα ἐνίκησεν.

Inscr.b. Ἀγησίᾳ Συρακουσίῳ: ὡς μὲν ἔνιοι, Συρακουσίῳ, [*]() ὡς δὲ ἔνιοι, Στυμφηλίῳ, υἱῷ Σωστράτου, ἀπήνῃ. κατελύθη δὲ ἡ ἀπήνη, ὥς τινές φασιν, ὀγδοηκοστῇ πέμπτῃ Ὀλυμπιάδι, κατ᾿ ἐνίους δὲ ὀγδοηκοστῇ ἕκτῃ.[*]()

[*]()a. Χρυσέας: ἀλληγορεῖ ὁ ποιητὴς, ὡς ἐπὶ οἰκίας μεγαλοπρεποῦς κατασκευαστὴς τὸν ἐπίνικον διατεθειμένος. παραβάλλει δὲ προπυλαίῳ μὲν τὸ προοίμιον, τῷ δὲ ὅλῳ οἴκῳ τὸν ὕμνον, ἑαυτὸν δὲ τῷ κατασκευάζοντι.

[*]()b. ὁ δὲ νοῦς· χρυσέας ὑποστήσαντες κίονας πρὸ τοῦ θαλάμου, οὕτως τὸ λοιπὸν πήξομεν μέγαρον, τουτέστι τελειώσομεν τὴν ᾠδὴν προκαταβαλλόμενοι ἀρχὰς κεφαλαιώδεις.

[*]()c. ὁ δὲ νοῦς τοιοῦτος· ὕμνον πήξομεν ὥσπερ θαητὸν μέγαρον χρυσέας κίονας ὑποστήσαντες τῷ προθύρῳ τοῦ θαλάμου, ὅπερ ἐστὶ τὸ προοίμιον. καὶ ὥσπερ θαύματος ἄξιον μέγαρον ἢ οἶκον κατασκευάσαντες τὸ πρόθυρον ἀξιοπρεπὲς ποιοῦμεν, οὕτω καὶ τοῦ ὕμνου τὸ προοίμιον πήξομεν ἀξιόλογον. [*]()