Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

αἰτήσων πόλιν εὐανορίαις: αἰτήσω δὲ σέ, φησιν, [*]() Ὀλυμπιόνικε Ψαῦμι, σὲ τὸν ἵπποις τοῦ Ποσειδῶνος ἐπιτερπόμενον (τῆς γὰρ ἱππικῆς ἔφορος ὁ θεός), εὔθυμον ἔχειν γῆρας καὶ φέρειν εἰς τὴν τελευτὴν, υἱῶν σου παρισταμένων.

σέ τ᾿ Ὀλυμπιόνικε: πάλιν ἀπέστρεψε τὸν λόγον [*]() πρὸς τὸν Ψαῦμιν· καὶ σὲ ἦλθον αἰτήσων, ὦ τὰ Ὀλύμπια | νενικηκὼς, ταῖς ἵπποις ἐπιτερπόμενον· Ποσειδανίαισι δὲ, [*]() ἐπεὶ φίλιππος ὁ θεός· | μέχρι τῆς τελευτῆς σου τοῦ βίου [*]() διάγειν ἐν εὐθυμίᾳ καὶ τὸ γῆρας τοῖς καλοῖς τέρπειν.[*]()

a. υἱῶν Ψαῦμι: ἢ εὔχεται παῖδας αὐτῷ γενέσθαι, [*]() ἢ ὑπὲρ τῶν ὄντων καὶ παρεστώτων αὐτῷ.

b. υἱῶν, Ψαῦμι, παρισταμένων: παρεστώτων [*]() σοι, ὦ Ψαῦμι, καὶ υἱῶν. ἴσως δὲ ὡς πρὸς τέλεον ἄπαιδα· ἢ ὡς ἐπιθυμοῦντα ἀρρένων παίδων· | ἢ ὡς λοιπὸν παρεστώτων [*]() αὐτῷ καὶ παίδων.

a. ὑγίεντα: τὸν μετὰ ὑγείας· ἢ τὸν ἄθραυστον καὶ [*]() ὑγιῆ.

b. ὁ μὲν Ἀρίσταρχος ἀναγινώσκει ὀξύτονον τὴν παραλήγουσαν ἀντὶ τοῦ ὑγιαίνοντα· τινὲς δὲ ὡς χαρίεντα.

c. εἰ δὲ πλοῦτον ἔχει τις μεθ᾿ ὑγιείας, διοικῶν αὐτὸν καὶ δαπανῶν ὅπως πρεπῶδές ἐστιν, τύχῃ δὲ καὶ ὕμνῳ εὐφημεῖσθαι, μὴ ζητείων θεὸς γενέσθαι· ταῦτα γὰρ αὐτῷ ἱκανά.

d. ὑγίεντα δ᾿ εἴ τις ὄλβον: τὴν μεθ᾿ ὑγείας [*]()εὐδαιμονίαν.

e. ὁ δὲ νοῦς· ὁ δὲ τὸν πλοῦτον καὶ τὴν εὐδαιμονίαν αὔξων ἐν ἑαυτῷ καὶ οὕτως ἐπαρκῶν τῇ περιουσίᾳ καὶ διοικῶν τὴν ὕπαρξιν ὥστε καὶ εὐφημίας αὐτῷ προσγενέσθαι, οὗτος μὴ ζητείτω ἔτι καὶ θεὸς γενέσθαι.