Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()δωδεκάγναμπτον: δώδεκα γὰρ ἐν Ὀλυμπίᾳ τρέχει τὸ τέλειον ἅρμα, τὸ δὲ πωλικὸν ὀκτώ.

[*]()ἵππων φυτεῦσαι: τὸ Πάνθειον, ἐν ᾧ πεφύτευται ἡ ἐλαία· ἣν δρέπει ἀμφιθαλὴς παῖς χρυσῷ δρεπάνῳ κλάδους ιζ΄ τέμνων, ὅσα καὶ τὰ ἀγωνίσματα.

[*]()a. καὶ νῦν εἰς ταύταν: νῦν τὴν εὐωχίαν ἑορτὴν εἶπε· λέγει γὰρ τὴν τῶν νικηφορίων τοῦ Θήρωνος εὐωχίαν, φάμενος εἰς ταύτην ἔρχεσθαι τὸν Ἡρακλέα μετὰ τῶν Διοσκούρων.

b. εἰς τὰ θεοξένια.

[*]()c. καὶ νῦν ἐς ταύταν ἑορτάν: τὴν τοῦ νικηφόρου

1.123
πανήγυριν καὶ εὐωχίαν· εἰώθεισαν γὰρ εὐωχεῖσθαι. τὴν εὐωχίαν γὰρ ἑορτὰν εἶπε.

d. φησὶ γὰρ ἔρχεσθαι εἰς τὴν Θήρωνος ἑστίαν τόν τε Ἡρακλέα καὶ τοὺς Διοσκούρους, ἐπεὶ ἐξένιζεν αὐτοὺς ὁ Θήρων.

a. ἀντιθέοισιν: ἀντὶ τοῦ . . . οἱ Διόσκουροι θνητοὶ [*]() ὄντες πρότερον ἀθανασίας ἔτυχον παρὰ τοῦ Διός.

b. νίσεται: ἔρχεται Ἡρακλῆς σὺν τοῖς Διοσκούροις· [*]() τούτοις γὰρ ἀποθεούμενος ἐπέτρεψε διοικεῖν τὸν ἀγῶνα.

c. τὸ δὲ ἀντιθέοισιν πρὸς τοὺς Διοσκούρους, ὅτι καὶ θνητοὶ ὄντες ἀθάνατοι ἐγένοντο.