Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

b. ἀντιθεῖσ᾿ Ὀρθωσίᾳ: Ὀρθωσία ἡ Ἄρτεμις παρὰ [*]() Ὀρθωσιεῦσιν [ὅπερ ἐστὶν ὄρος Ἀρκαδικόν]. ἔστι δὲ καὶ

1.122
Ἀρκαδίας ὄρος Ὄρθιον, ἀφ᾿ οὗ καὶ ἡ θεὸς Ὀρθία καὶ Ὀρθωσία καλεῖται.

c. ἤτοι τῇ ὀρθούσῃ τὰς γυναῖκας καὶ εἰς σωτηρίαν ἐκ τῶν τοκετῶν ἀγούσῃ.

[*]()d. (Ὀρθωσίᾳ:) τῇ Ἀρτέμιδι.

[*]()a. τὰν μεθέπων: ἥντινα διώκων εἰς Ὑπερβορέους ἦλθεν.[*]()

[*]()b. τὰν μεθέπων: ταύτην ἐπιδιώκων τὴν ἔλαφον ἐθεάσατο καὶ τοὺς Ὑπερβορέους καὶ ψυχροτάτους τόπους καὶ τὴν Σκυθίαν· ἔνθα στὰς ἐξεπλάγη τὰ δένδρα τῆς ἐλαίας, καὶ αὐτὸν ἐπιθυμία ἔλαβε φυτεῦσαι ἀπ᾿ αὐτῶν περὶ τοὺς τοῦ σταδίου τόπους τοῦ ἱππικοῦ.[*]()

[*]()a. πνοιαῖς ὄπισθεν: τὸ πνοιαῖς ἀντὶ τοῦ πνοιῶν.

b. Βορέα δὲ ἀντὶ τοῦ Βορέου Δωρικῶς· οἱ γὰρ Δωριεῖς τὴν -ου- δίφθογγον εἰς -α- μεταβάλλουσιν.

[*]()c. Βορέαο: ὑπερβόρεος γὰρ ἡ χώρα διὰ τὸ ὄπισθεν †ἕρπον τῶν τοῦ Βορέου πνοῶν ἐν τοῖς Ῥιπαίοις ὄρεσιν.

[*]()τῶν μιν γλυκύς: τούτων αὐτὸν τῶν δένδρων ἐπιθυμία ἔσχεν ὥστε μετενεγκεῖν εἰς τὴν Ὀλυμπίαν.