Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. δὴ τότ᾿ ἐς γαῖαν: εἰς τὴν Σκυθίαν.

b. ὁ θυμὸς αὐτὸν παρώρμησεν.

c. Ἀρίσταρχος· εἰς τὴν γῆν ἐλθεῖν, ὅπου αὐτὸν ἡ Ἰστρία Ἄρτεμις ὑπεδέξατο. δηλοῖ δὲ πάλιν τὴν εἰς Ὑπερβορέους ἐπὶ τὰς τοῦ Ἴστρου πηγὰς ἄφιξιν· ἐκεῖ γὰρ οὕτως τιμᾶται ἡ Ἄρτεμις ὅτι μάλιστα ἐκεῖ ἀπὸ Ταύρων τοῦ Σκυθικοῦ ἔθνους.

d. ἔνιοι δὲ καὶ β΄ -νν- γράφουσι καὶ τὸν λόγον ἀπευθύνουσιν οὕτως· τότε δὴ ὁ θυμὸς παρώρμησε τὸν Ἡρακλέα ἐπὶ τὴν Ἰστρίαν γῆν πορεύεσθαι.

1.119

e. θυμὸς ὥρμαινεν: διὰ τοῦτο προεθυμήθη παραγενέσθαι [*]() εἰς τὴν γῆν τοῦ Ἴστρου ποταμοῦ, εἰς τὴν Σκυθίαν· ἐν ᾗ Σκυθίᾳ ἡ Ἄρτεμις αὐτὸν ὑπεδέξατο ἐλθόντα, ἡνίκα αὐτὸν τοῖς προστάγμασι καὶ ταῖς ἀγγελίαις τοῦ Εὐρυσθέως ὑπουργεῖν ἡ πατρὸς ἀνάγκη παρεσκεύαζεν ἐπὶ τῷ τὴν ἔλαφον ἀγαγεῖν, ἥν ποτε ἡ Ταϋγέτη ἀνέθηκε τῇ Ὀρθωσίᾳ Ἀρτέμιδι.[*]()