Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

f. ἢ ἁπλούστερον οὕτως· ὅτι ὁ χῶρος τοῦ Πέλοπος ὁ ἐν ταῖς βήσσαις τοῦ Κρονίου οὐδέπω εἶχε τὸ φυτόν. Κρόνιον δὲ ὄρος πλησίον Ὀλυμπίας.[*]()

[*]()a. τούτων ἔδοξεν: ὁ χῶρος γυμνὸς ὢν ἔδοξεν ὑπακούειν ταῖς τοῦ ἡλίου αὐγαῖς, τουτέστι καταλάμπεσθαι ὑπὸ τοῦ ἡλίου. γυμνὸς δὲ ἀντὶ τοῦ ψιλός. τὸ δὲ ὑπακούειν μεταληπτικῶς εἶπεν ἀντὶ τοῦ αἰσθάνεσθαι.

b. διὰ τὴν καῦσιν τοῦ ἡλίου.

[*]()c. τούτων ἔδοξε: τούτων τῶν φυτῶν γυμνὸς ὢν ὁ κῆπος καὶ ὅλος ὁ τόπος [ἔδοξε καὶ] ἐδόκει ὑπακούειν ταῖς ὀξείαις αὐγαῖς τοῦ ἡλίου, ἀντὶ τοῦ εἶναι κατάθερμος καὶ πυρώδης καὶ ἀσκίαστος.[*]()

[*]()γυμνὸς αὐτῷ κᾶπος: κᾶπος κυρίως ὁ περιπνεόμενος [ἀνέμοις] τόπος· ὅθεν κάπας τὰς φάτνας [καλεῖσθαι], διὰ τὸ περιπνέεσθαι ὑπὸ τῶν ἵππων τῷ πνεύματι ἀνασπώντων τὴν τροφήν.[*]()