Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

b. κρημνοὺς Ἀλφεοῦ τὰς ὄχθας λέγει τοῦ [*]() ποταμοῦ.[*]()

ἀλλ᾿ οὐ καλά: τὸ ἀλλά ἀντὶ τοῦ δέ. ἐκ δὲ τοῦ [*]() παρεπομένου τὴν δόσιν τοῦ στεφάνου δηλοῖ, ὅτι μήπω ἦν.

a. ἐν βάσσαις Κρονίου Πέλοπος: τότε. κατὰ [*]() τοῦ Κρονίου Πέλοπος βήσσας.

b. Ἀρίσταρχος· χῶρος ὁ ἐν Κρονίου βήσσαις Πέλοπος. λόφος δέ ἐστιν ἐν Ὀλυμπίᾳ ὁ καλούμενος Κρόνιος.

c. τινὲς δὲ Κρονίου Πέλοπος, ὅτι Πλουτὼ θυγάτηρ Κρόνου ἐγένετο, ᾗ συγκοιμηθεὶς ὁ Τάνταλος ἔσχε Πέλοπα.

d. Κρονίου Πέλοπος: ἤτοι ὅτι ἀπὸ Κρόνου εἶχε [*]() τὸ γένος ὁ Πέλοψ· Πλουτὼ γὰρ θυγάτηρ Κρόνου, ἧς Τάνταλος ὁ πατὴρ Πέλοπος.

e. ἵνα οὖν εἴπῃ ὅτι οὔπω ἦν τὸ τοῦ κοτίνου φυτὸν ἐν ταῖς βήσσαις καὶ τοῖς τόποις τοῦ Πέλοπος τοῦ Κρονίου· τῆς Πελοποννήσου γὰρ ἦν ἡ Ἦλις.

1.118

f. ἢ ἁπλούστερον οὕτως· ὅτι ὁ χῶρος τοῦ Πέλοπος ὁ ἐν ταῖς βήσσαις τοῦ Κρονίου οὐδέπω εἶχε τὸ φυτόν. Κρόνιον δὲ ὄρος πλησίον Ὀλυμπίας.[*]()

[*]()a. τούτων ἔδοξεν: ὁ χῶρος γυμνὸς ὢν ἔδοξεν ὑπακούειν ταῖς τοῦ ἡλίου αὐγαῖς, τουτέστι καταλάμπεσθαι ὑπὸ τοῦ ἡλίου. γυμνὸς δὲ ἀντὶ τοῦ ψιλός. τὸ δὲ ὑπακούειν μεταληπτικῶς εἶπεν ἀντὶ τοῦ αἰσθάνεσθαι.