Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

l. τουτέστι πανσέληνος.

m. σελήνη δὲ ἑκκαιδεκαταία διὰ τὸ ἁβρὸν εἶναι τὸν τόπον καὶ μηδὲν ἐπιπροσθεῖναι ταῖς αὐγαῖς † τί δῆτα κατέχειν τὸν χῶρον.

n. ὃ γὰρ βούλεται λέγειν, τοιοῦτόν ἐστιν· ἐν γὰρ ταῖς ἔμπροσθεν ὑπ᾿ αὐτοῦ γενομέναις θυσίαις ἄδενδρος ἦν ὁ τόπος περὶ τὸ Κρόνιον. οἱ γὰρ τῷ Διὶ ἁγισθέντες βωμοὶ τὴν θυηπολίαν νοοῦσι τοῦ Διός· ἁγισθέντων γὰρ εἶπεν ἀντὶ τοῦ κατασεβασθέντων ταῖς θυσίαις.

o. ἤδη οὖν, φησι, τῶν Ὀλυμπιονικῶν ἀγώνων τελουμένων, οὐδέπω τοῖς νικήσασιν ὁ τῆς ἐλαίας στέφανος ἀπεδέδοτο, ὡς ἂν οὐδὲ αὐτῆς αὐτόθι πεφυτευμένης,

1.117
ὥστε ἀπὸ τοῦ, ἀλλ᾿ οὐ καλὰ δένδρεα ἔθαλλεν, ἐκ τοῦ παρεπομένου τὴν δόσιν τοῦ στεφάνου δηλοῦσθαι.

καὶ μεγάλων ἀέθλων: ἢ διὰ τὴν τῶν Ἑλλανοδικῶν [*]() ἐπιμέλειαν, ἢ διὰ τὴν σύγκρισιν.[*]()

a. πενταετηρίδ᾿ ἁμᾶ: ἰδίως τὰ κεφάλαια ἐκθεὶς [*]() ὁ Πίνδαρος τὸ κατὰ μέρος ἐπέξεισιν, ὥστε εἶναι τὸ ἑξῆς τοῦ λόγου τοιοῦτον· ἤδη γὰρ αὐτῷ πενταετηρίδα διαθέντι καὶ θύσαντι τῷ πατρὶ ἦν ὁ χῶρος ἄδενδρος.

b. καὶ πενταετηρίδ᾿ ἁμᾶ: ἔθηκε δὲ ὁμοῦ τοῖς [*]() εἰρημένοις καὶ χρόνον, πενταετηρικὸν αὐτὸν εἶναι τάξας.

c. πάντων οὖν, φησι, γενομένων τῶν μεγάλων ἄθλων, λοιπὸν τὴν ἁγνὴν καὶ ἀδωροδόκητον κρίσιν ἔθηκε, τὸν ἀγῶνα, ὥστε διὰ τοσούτου τελεῖσθαι καὶ ἐν τόπῳ τῇ Ἤλιδι· ἐκεῖ γὰρ ὁ Ἀλφεὸς ποταμός.[*]()

a. (κρημνοῖς:) ταῖς ὄχθαις. [*]()