Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()b. Τυνδαρίδαις τε φιλοξείνοις ἀδεῖν: ὁ νοῦς· τὴν ἔνδοξον Ἀκράγαντα τιμῶν καὶ ἐν αὐτῇ τὸν ὕμνον τελειῶν καὶ ὀρθῶν τὸν ἐπὶ τῇ τῶν Ὀλυμπίων νίκῃ, ὅστις ὕμνος ἄωτόν ἐστι καὶ κόσμος τῶν ἀκαμαντοπόδων ἵππων τοῦ Θήρωνος, εὔχομαι ἀρέσαι τοῖς τε Διοσκούροις καὶ τῇ Ἑλένῃ. διὰ τί δὲ τούτοις εὔχεται ἀρέσαι; διὰ τὸ εἰς θεοξένια γράφειν. ἀντέστραπται δὲ ἡ τάξις, καὶ δοκεῖ τῇ συγχύσει ἀσάφειαν εἰργάσθαι· ἐπεὶ ἡ ἀκόλουθος ἑρμηνεία οὕτως ἐστί· κλεινὰν Ἀκράγαντα γεραίρων, Ὀλυμπιονίκαν ὕμνον ὀρθώσας Θήρωνος ἀκαμαντοπόδων ἵππων ἄωτον, εὔχομαι ἀδεῖν Τυνδαρίδαις τε φιλοξένοις καλλιπολκάμῳ θ᾿ Ἑλένᾳ.[*]()

[*]()c. Τυνδαρίδαις τε φιλοξείνοις ἀδεῖν: οἱ Διόσκουροι κατὰ ἐντολὴν Ἡρακλέος διατεθειμένοι τὸν Ὀλυμπιακὸν ἀγῶνα ὡς ἐνομοθέτησεν Ἡρακλῆς· τούτοις γὰρ εἰς θεοὺς ἀναχωρῶν Ἡρακλῆς τὴν τῶν Ὀλυμπιακῶν ἀγώνων φροντίδα καὶ ἐπιμέλειαν ἐνεχείρισεν· οὗτοι ἀφ᾿ ἑαυτῶν ἐπενόησαν πανήγυριν θεοξένια παρὰ τὸ δοκεῖν τότε ξενίζειν τοὺς θεούς. θύοντος οὖν τοῦ Θήρωνος εἰς θεοξένια, ἐν τοσούτῳ ἠγγέλθη αὐτῷ καὶ ἑτέρων αὐτοῦ ἵππων νίκη, καὶ εἰς τοῦτο γράφει ὁ ποιητής.