Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]() Τῷ αὐτῷ ἅρματι θεοξένια.

[*]() Τῷ αὐτῷ εἰς θεοξένια.[*]()

[*]() Τοῦ τρίτου εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων [*]() ἐννέα, καὶ ἡ ἐπῳδὸς κώλων ἐννέα. | τὸ α΄ ἐγκωμιολογικὸν [*]() δίμετρον καταληκτικόν. | τὸ β΄ προσοδιακὸν δίμετρον ἀκατάληκτον ἐκ τοῦ ἀπὸ μείζονος καὶ χοριάμβου. τὸ γ΄ προσοδιακὸν

1.105
τρίμετρον ἀκατάληκτον ἐκ τοῦ ἀπὸ μείζονος καὶ χοριάμβου καὶ ἑξῆς ὁμοίως ἀπὸ μείζονος ἰωνικοῦ. τὸ δ΄ προσοδιακὸν δίμετρον ὑπερκατάληκτον ἐκ τοῦ ἀπὸ μείζονος ἰωνικοῦ καὶ χοριάμβου καὶ συλλαβῆς. τὸ ε΄ προσοδιακὸν τρίμετρον καταληκτικὸν ἀπὸ τροχαϊκῆς καὶ χοριάμβου καὶ ἰωνικοῦ ἀπ᾿ ἐλάττονος. τὸ ς΄ ἰαμβικὸν πενθημιμερές. τὸ ζ΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ η΄ ὅμοιον τῷ α΄ τῆς στροφῆς. τὸ θ΄ Στησιχόρειον.

καὶ ἡ ἐπῳδὸς κώλων θ΄. τὸ α΄ τροχαικὸν δίμετρον ἀκατάληκτον. |[*]() τὸ β΄ δακτυλικὸν πενθημιμερές. τὸ γ΄ προσοδιακὸν τρίμετρον καταληκτικὸν ἀπὸ τροχαϊκῆς καὶ χοριάμβου καὶ ἰωνικοῦ ἀπ᾿ ἐλάσσονος. τὸ δ΄ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον ἀκατάληκτον. τὸ ε΄ προσοδιακὸν δίμετρον ἀπὸ χοριάμβου καὶ ἰωνικοῦ ἀπ᾿ ἐλάσσονος. |[*]() τὸ ς΄ ὅμοιον τῷ α΄ τῆς στροφῆς. τὸ ζ΄ ἐγκωμιολογικόν. τὸ η΄ δακτυλικὸν πενθημιμερές. τὸ θ΄ Στησιχόρειον ὁμοίως τῷ θ΄ τῆς στροφῆς.

[*]() Θεοξένια. θεοξενίων ἑορταὶ παρ᾿ Ἕλλησιν οὕτως ἐπιτελοῦνται κατά τινας ὡρισμένας ἡμέρας, ὡς αὐτῶν τῶν θεῶν ἐπιδημούντων ταῖς πόλεσιν. ἄγοντος δὲ Θήρωνος τὴν ἑορτὴν τῶν Διοσκούρων καὶ Ἑλένης ἠγγέλθη ἡ νίκη· διὸ ἀπ᾿ αὐτῶν ἄρχεται.

a. Τυνδαρίδαις: ζητεῖται τί δήποτε ὁ Πίνδαρος [*]() Ὀλυμπικὸν ὕμνον γράφων εὔχεται τοῖς Διοσκούροις προσηνεῖς τῇ ᾠδῇ γενέσθαι· ἐχρῆν γὰρ, εἴπερ ἄρα, Ἡρακλέα τὸν διαθέντα τὸν ἀγῶνα κατακαλεῖσθαι. Ἀρίσταρχος μὲν οὖν τὴν ἀπορίαν διαλύων τοὺς θεοὺς τούτους σφόδρα ἐν Ἀκράγαντί φησι τιμᾶσθαι. οἱ δέ φασι θεοξενίων ὄντων καὶ κεκλημένων τῶν Διοσκούρων εἰς τὰ θεοξένια τὸν Θήρωνα νικῆσαι, ᾧ συγχρησάμενον τὸν Πίνδαρον εὔχεσθαι τοῖς Διοσκούροις. οἱ δὲ ὅτι Ἡρακλῆς ἀποθεούμενος τούτοις ἐπέτρεψε τὸν ἀγῶνα, ὡς καὶ αὐτὸς ὁ Πίνδαρός φησι

1.106
(vs. 36). τῇ Ἀρισταρχείῳ ἀποδόσει ὁ Δίδυμος μᾶλλον προστίθεται.