Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()d. ἄλλως· Ὀλυμπίᾳ μὲν γὰρ αὐτὸς γέρας ἔδεκτο: [*]() ἀντὶ τοῦ μόνος· Πύθια δὲ καὶ Ἴσθμια Ξενοκράτης.

e. κατὰ δὲ τοὺς Ἀριστοτέλους Πυθιονίκας μόνος Θήρων ἀναγέγραπται· ἤτοι οὖν συλληπτικῶς εἴρηκεν, ἢ ἐπεὶ Θήρωνος

1.83
ἵπποις ὁ Ξενοκράτης ἐνίκησε, διὸ καὶ συνανεκήρυξε Θήρωνα.

f. ὁμόκληρον δὲ τὸν ἀδελφὸν ἢ διὰ τὸ τοῦ αὐτοῦ [*]() κλήρου καὶ φύσεως μετέχειν, ἢ ὅτι Ἴσθμια καὶ Πύθια ὁμοίως ἐνίκησε, διὰ τοὺς δύο στεφάνους μετασχὼν καὶ τῆς αὐτῆς δόξης.

g. ἄλλως· Ξενοκράτης ἦν Θήρωνος ἀδελφός. οὗτος ἐνίκησεν ἱπποτροφῶν καὶ Πύθια καὶ Ἴσθμια, καὶ γέγραφε Πίνδαρος εἰς τὰς τούτου νίκας· κοινὰς οὖν φησιν αὐτῶν εἶναι τὰς νίκας διὰ τὸ ἐκ τοῦ αὐτοῦ οἴκου εἶναι τὰς χορηγίας | καὶ τὰς ἐπιμελείας τῆς ἱπποτροφίας. τὴν γοῦν Ἰσθμικὴν [*]() νίκην ὑμνῶν Θρασύβουλον προσεφώνησε τὸν τοῦ Θήρωνος υἱόν [οὗτος τοῦ Ξενοκράτους] (J. II, 1)· οἱ μὲν πάλαι, ὦ Θρασύβουλε, φῶτες. οὕτω κοινὰς ἡγοῦντο τὰς νίκας.

h. ἐν Ὀλυμπίᾳ μὲν γὰρ αὐτὸς γέρας καὶ τιμὴν [*]() ἐδέξατο· ἐν τῇ Πυθοῖ δὲ καὶ Ἰσθμοῖ πρὸς τὸν ὁμόκληρον ἀδελφὸν Ξενοκράτην καὶ αὐτὸν αἱ κοιναὶ χάριτες τὰ ἄνθη τῶν ἁρμάτων τῶν δωδεκαδρόμων, ἤγουν τὰς νίκας, ἤγαγον. οἱ κοινοὶ ἵπποι αὐτοῖς δόξαν ἔφερον· ἢ ἐν τοῖς ἰδίοις ἵπποις ἕκαστος ἰδίᾳ ἐνίκησε τέθριππον.