Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

c. Αἰνησιδάμου γὰρ παῖδες Θήρων καὶ Ἱέρων.

d. ὅθεν σπέρματος ἔχοντι: ἀφ᾿ οὗ γένους, τοῦ [*]() Θερσάνδρου, ἔχουσι τὴν ῥίζαν οἱ περὶ Θήρωνα. | τὸ δὲ γένος [*]()

1.82
[*]() Λαΐου καὶ Οἰδίποδος ὁ Θήρων οὕτω κατάγει· | Λαΐου Οἰδίπους· τούτου Πολυνείκης· οὗ Θέρσανδρος· οὗ Τισαμενός· οὗ Αὐτεσίων· οὗ Θήρας· οὗ Σάμος. οὗτος ἔσχεν υἱοὺς δύο, Τηλέμαχον καὶ Κλύτιον· ὧν ὁ μὲν Κλύτιος ἔμεινεν ἐν Θήρᾳ τῇ νήσῳ, ὁ δὲ Τηλέμαχος ἐν χώρᾳ . . . . , ὅθεν συλλέξας δύναμιν ἔρχεται εἰς Σικελίαν καὶ κρατεῖ τῶν τόπων· ἐξ οὗ Χαλκιοπεύς· οὗ Αἰνησίδαμος· οὗ Θήρων.[*]()

[*]()a. Ὀλυμπίᾳ μὲν γάρ: εἰς μὲν τὰ Ὀλύμπια ἐνίκησε μόνος, εἰς δὲ τὰ Πύθια μετὰ Ἱέρωνος τοῦ ἀδελφοῦ. τὸ γὰρ παλαιὸν ποιοῦντες ἀμφότεροι τὰς δαπάνας ἴσας, ἔπεμπον ἅρματα εἰς τὸν ἀγῶνα, καὶ νικώντων αὐτῶν κοινῶς τὰς δαπάνας καὶ τὴν νίκην εἶχον.

[*]()b. Ὀλυμπίᾳ μὲν γὰρ αὐτός: Ὀλυμπίᾳ μὲν γὰρ αὐτὸς καθ᾿ ἑαυτὸν γέρας εἴληφεν· ἀντὶ τοῦ ἐν Ὀλυμπίᾳ ἐνίκησεν· ἔσχε δὲ καὶ κοινὰς πρὸς τὸν ἀδελφὸν Ξενοκράτην νίκας ἐν Ἰσθμῷ καὶ Πυθοῖ. ἐξ ἑνὸς γὰρ οἴκου πρὸς ἱπποτροφίαν διδόντες καὶ ἀπὸ κοινῶν χρημάτων, ἀμφότεροι καὶ ταῖς νίκαις ἀνεγράφοντο.

c. καὶ οἱ μὲν βούλονται ἀκούειν οὕτως· οἱ κοινοὶ αὐτῶν ἵπποι νικήσαντες ἀμφοτέροις παρεσχήκασι κοινὴν καὶ τὴν δόξαν· οἱ δὲ ὅτι ἐν τοῖς κοινοῖς ἵπποις ἀμφότεροι, ἕκαστος ἰδίᾳ ἐν τοῖς αὐτοῖς ἵπποις ἐνίκησε τέθριππον· ὃ καὶ μᾶλλον.