Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()b. ἄλλως· ὅτι θανόντων μὲν ἐνθάδε: Χρύσιππος οὕτως ἀκούει· ἐνθάδε μὲν ὑπὸ τῶν θανόντων ἐτιμωρήθησαν, κάτω δὲ ὑπὸ τῶν κάτω δικαζόντων, εἴτε Ἅιδης [*]() ἐστὶν εἴτε ἕτερός τις. οὐκ ἀπίθανον δέ, φησιν, | ὑπὸ τῶν τελευτησάντων τιμωρεῖσθαι τοὺς ζῶντας· μεστὴ γὰρ τούτων ἐστὶν ἡ τραγῳδία, ὅτι οἱ ἀδικούμενοι εὐχὰς τοῖς καταχθονίοις ἥρωσι ποιοῦνται, ἵνα ἐπικουρήσωσιν αὐτοῖς, οἷον [*]() Ἠλέκτρα τῷ Ἀγαμέμνονι.

c. ἔνιοι δέ φασι | τῆς κατὰ Πυθαγόραν παλιγγενεσίας μνημονεύειν· τὰς γὰρ ψυχὰς εἰς ἕτερα σώματα εἰσδυνούσας ἀνανεοῦσθαι, ὥστε ὅσοι μὲν ὑπὲρ γῆς ὄντες ἐπλημμέλουν, τούτους ἐν Ἅιδου δίκην ὑπέχειν· ὅσοι δὲ ἀνάπαλιν ἐν Ἅιδου ἐνεωτέρισαν, ὑπὲρ γῆς γενόμενοι δίκας τίνουσιν, ὥστε μηδαμόθεν αὐτοὺς ἀποφυγεῖν τὴν προσήκουσαν τοῖς ἡμαρτημένοις δοῦναι δίκην.[*]()