Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

d. εἰ δέ νιν ἔχων: εἰ δέ τις τοῦτον ἔχων τὸν [*]() πλοῦτον ὁρᾷ καὶ πρὸς τὸ μέλλον, ὅτι τῶν ἀδίκων τελευτησάντων τὸν βίον τιμωρία καὶ κρίσις παρὰ τοῖς ἀποιχομένοις πᾶσίν ἐστιν, οὐκ ἂν αὐτῷ εἰς ἀδικίαν ἐχρήσατο.[*]()

a. ὅτι θανόντων μὲν ἕως ἐχθρᾷ λόγον φράσαις [*]() ἀνάγκᾳ: ἐγκρίνει τὴν παλιγγενεσίαν. λέγει οὖν· εἴ τις οἶδε τὸ μέλλον, ὅτι οἱ μὲν ἐν τῷ ζῆν ἁμαρτάνοντες, ἐν Ἅιδου κολάζονται, οἱ δὲ ἐν Ἅιδου, ἐν τῷ ἡμετέρῳ βίῳ ἐν τῇ τοῦ Διὸς ἀρχῇ· ταύτην γὰρ εἶπε τὸν ὑποκείμενον τῷ οὐρανῷ τόπον· καὶ ἐάν τις ἐν ταῖς τρισὶν ἀναβιώσεσιν αἷς ὑφίσταται ἀναμάρτητος εἰς τρὶς ἑκατέρωθεν μένῃ, τοῦτόν φησιν εἰς τὰς τῶν μακάρων νήσους προπέμπεσθαι. τὸ δὲ περὶ τῆς παλιγγενεσίας ἀρχαιότερόν ἐστι· παραδέδοται γὰρ ἔτι ἀνέκαθεν, ὡς Ὅμηρός φησιν (σ 79)·

νῦν μὲν μήτ᾿ εἴης, βουγάιε, μήτε γένοιο.
1.88
πρῶτος δὲ δοκεῖ τούτῳ τῷ δόγματι χρῆσθαι Πυθαγόρας.[*]()