Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

d. ὅτι τὸ γένος [*]() ἐξ ἀρχῆς Ἑλληνικὸν ἔσχε καὶ ἐκ τῆς Κορίνθου ὁ Γλαῦκος. πῶς δέ; Γλαῦκος γὰρ γίνεται τοῦ Ἱππολόχου τοῦ Βελλεροφόντου τοῦ Γλαύκου τοῦ Σισύφου τοῦ Αἰόλου τοῦ Ἕλληνος τοῦ Διός. | βούλεται οὖν δεῖξαι ὅτι οἱ παρ᾿ Ἕλλησιν [*]() ἄριστοι καὶ οἱ παρὰ Τρωσὶν ἔξοχοι κατὰ τὸ ἀληθὲς Κορίνθιοι ἐτύγχανον.[*]()

e. πῶς δὲ ὁ Γλαῦκος γέγονε Λύκιος; ὅτι ὁ Βελλεροφόντης πεμφθεὶς εἰς Λυκίαν Κορίνθιος ὢν ἀπὸ τοῦ Προίτου ὡς ὀφείλων ἐπιβουλευθῆναι διὰ τὴν ἐπιψευσαμένην μοιχείαν παρὰ τῆς γυναικὸς, ἠρίστευσέ τε τὰ μέγιστα, καὶ προσδοκώμενον αὐτοῦ ἔσεσθαι φονέα τὸν βασιλέα τῶν Λυκίων τὸν πενθερὸν Προίτου, καὶ αὐτὸς πενθερὸν ἔσχε γαμήσας αὐτοῦ θυγατέρα Ἀντίκλειαν· ἐξ οὗ Λυκίαν οἰκοῦντος ὡς βασιλέως υἱὸς γέγονεν Ἱππόλοχος· οὗ Γλαῦκος. | οὕτως ἄρα Κορίνθιος Γλαῦκος τῷ γένει. ὄνομα [*]()

1.376
δὲ τῷ Λυκίων βασιλεῖ Ἰόβατος. καὶ Ὅμηρος τούτοις μαρτυρεῖ (Ζ 191)·
ἀλλ᾿ ὅτε δὴ γίνωσκε θεοῦ γόνον ἠὺν ἐόντα.[*]()

[*]()ἐκ Λυκίας δέ: ὁ δέ σύνδεσμος ἀντὶ τοῦ γάρ κεῖται, καὶ ἔστιν· ἐτρόμεον γὰρ οἱ Ἕλληνες τὸν Λύκιον Γλαῦκον.

[*]()τοῖσι μὲν ἐξεύχετο: παρὰ τοῖς Τρωσὶν ηὔχει καὶ διηγεῖτο, ὅτι ἐν τῷ τῆς Πειρήνης ἄστει τῇ Κορίνθῳ τοῦ [*]() πατρὸς αὐτοῦ ἔχει τὴν ἀρχὴν καὶ τὸ γένος | καὶ τὴν βασιλείαν καὶ τὴν περιουσίαν. καὶ ἤτοι τοῖς Λυκίοις ηὔχει καὶ διηγεῖτο, ἢ τοῖς Τρωσίν. ἀπὸ Λυκίων δὲ τοὺς Τρῶας δεῖ νοεῖν.[*]()

[*]()a. Πειράνας: Πειρήνη κρήνη ἐν Κορίνθῳ.[*]()

[*]()b. σφετέρου πατρός: ἀντὶ τοῦ προγόνου· [*]() | οὐ γὰρ ὁ πατὴρ αὐτοῦ Ἱππόλοχος ἡγεμονίαν εἶχεν εἰς Κόρινθον, ἀλλ᾿ ὁ πρόγονος αὐτοῦ ὁ Σίσυφος.[*]()

[*]()a. ὃς τᾶς ὀφιώδεος υἱόν ποτε Γοργόνος: ὅστις τῆς Γοργόνος τῆς ὀφιώδους λεγομένης εἶναι τὸν υἱὸν Πήγασον ἵππον ὄντα πτερωτὸν θέλων ὑποζεῦξαι τῷ χαλινῷ ἀληθῶς πλεῖστα ἔπαθε καὶ ὑπέστη παρὰ τοῖς κρουνοῖς καὶ ῥεύμασι τῆς Πειρήνης (λέγει δὲ ἐν τῇ Κορίνθῳ) πρὸ τοῦ κομίσαι αὐτῷ τὴν Ἀθηνᾶν χρυσόδετον χαλινὸν παραστᾶσαν[*]() καθεύδοντι. | ὃ οὖν εἶδεν ὄναρ, τοῦτο διαναστὰς ἐκ τοῦ [*]() ὕπνου δι᾿ ἔργων εὗρεν.