Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()προπόλοις: τοῖς ἐμπορεύουσι. λέγει δὲ τοὺς Ἀργοναύτας.

[*]()a. τὰ δὲ καί ποτ᾿ ἐν ἀλκᾷ: καὶ τά ποτε δὲ, λείπει γένη, διὰ τῆς ἰδίας ἀνδρείας δόξαντα διατέμνειν καὶ πέρας ἐπιτιθέναι τῇ μάχῃ ἐξ ἀμφοτέρων τῶν μερῶν, τουτέστιν Ἑλλήνων τε καὶ Τρώων. ἀπὸ κοινοῦ τὸ γαρύων τε καὶ ἀνυμνῶν.

[*]()b. τὰ δὲ καὶ ποτ᾿ ἐν ἀλκᾷ: λείπει τὰ γένη.

c. οἱ Κορίνθιοι ἐπ᾿ ἀμφότερα ἠρίστευσαν ἐν Ἰλίῳ· καὶ γὰρ τοῖς Τρωσὶ συνεμάχησαν καὶ τοῖς Ἕλλησι, Τρωσὶ μὲν Γλαῦκος τὸ γένος εἰς Βελλεροφόντην ἀναφέρων τὸν Γλαύκου τοῦ Σισύφου, τοῖς δὲ Ἀχαιοῖς Εὐχήνωρ Πολυίδου τοῦ μάντεως. [*]() | διὰ τοῦτο δὲ καὶ Σιμωνίδης εἶπε (fr. 50)· Κορινθίοισιν οὐ μανίει . . . οὐδὲ Δαναοί. ἀμφοτέροις γὰρ σύμμαχοι ἐγένοντο.

[*]()a. τοὶ μὲν γένει Ἀτρέος: οἱ μὲν γὰρ περὶ τὸν [*]() Εὐχήνορα | (Κορίνθιος δὲ ὁ ἀνήρ) ἅμα τοῖς Ἀτρείδαις ἐβούλοντο τὴν Ἑλένην ἀνακομίσασθαι ἁρπασθεῖσαν ὑπὸ Ἀλεξάνδρου [*]() τοῦ Ἰλιώτου. | ὅτι δὲ Εὐχήνωρ Κορίνθιος ἦν, καὶ Ὅμηρός φησιν (Ν 663)·

1.375
ἦν δέ τις Εὐχήνωρ Πολυΐδου μάντιος υἱὸς, ἀφνειός τ᾿ ἀγαθός τε, Κορινθόθι οἰκία ναίων.[*]()

b. οἱ δ᾿ ἀπὸ πάμπαν εἴργοντες: οἱ δὲ ἀπεκώλυον [*]() καὶ ἀνθίσταντο παντελῶς, οἱ περὶ τὸν Γλαῦκον. λέγεται δὲ καὶ οὗτος Κορίνθιος. πῶς δὲ Κορίνθιος;

c. οὐ μόνον ἡ τοῦ Εὐχήνορος ἀνδρεία τοῦ συστρατεύσαντος [*]() τοῖς Ἀτρείδαις διὰ τὴν Ἑλένην, ἀλλὰ καὶ ἡ τοῦ Γλαύκου, ὃς ἀντεστράτευσε καὶ ἀνθίστατο αὐτοῖς.