Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

c. καὶ Θεόφραστος μὲν ἐν τῷ περὶ εὑρημάτων Ὑπέρβιον [*]() τὸν Κορίνθιόν φησιν εὑρηκέναι | τὴν τοῦ κεραμεικοῦ τροχοῦ

1.363
μηχανήν. | μέτρα δὲ αὐτὸν ὁ Πίνδαρος, παρόσον ἐν κεραμεικοῖς [*]() μετροῦμεν. [καὶ ὅσα ἄλλα, χόες, ψυκτῆρες, κώθωνες.] ἔνιοι δὲ ἵππεια ἔντεα ἅρματα καὶ χαλινοὺς, ἀπὸ μέρους τοὺς πολεμικούς. ὅτι δὲ παρ᾿ αὐτοῖς ὁ χαλινὸς εὕρηται, δείκνυσι τὰ ἑξῆς.[*]()

d. ὁ Δίδυμος ἑτέραν ἀποδίδωσιν [*]() οὕτως ἔχουσαν· τὴν ἔν πρόθεσιν, ἀντὶ τῆς εἴς κειμένην, συναπτέον πρὸς τὰ μέτρα· τίς γὰρ τοῖς εἰς τὰ μέτρα ἱππείοις ἔντεσιν ἐχρήσατο πρώτη ἢ σὺ, ὦ Κόρινθε; ἵππεια δὲ ἔντεα ἀκουστέον τὰ Φειδώνεια ἀγγεῖα· ἔντεα γὰρ ἂν εἴη τὰς χοίνικας καὶ τοὺς μεδίμνους λέγων, διὰ τὴν κοιλότητα. καὶ Ὅμηρος (η 232)· ἀμφίπολοι δ᾿ ἀπεκόσμεον ἔντεα δαιτός. τούτων οὖν τῶν εἰς τὰ μέτρα ἐντέων εὑρετάς φησιν εἶναι τοὺς Κορινθίους. διατί δὲ ἵππεια αὐτὰ εἶπεν; ὅτι Φείδων ὁ πρῶτος κόψας Κορινθίοις τὸ μέτρον Ἀργεῖος ἦν· τὸ δὲ Ἄργος ἵππειον λέγουσιν οἱ ποιηταί. Εὐριπίδης (J. T. 700)· ὅταν εἰς Ἑλλάδ᾿ ἵππειόν τ᾿ Ἄργος μόλῃς.[*]()