Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. τίς γὰρ ἱππείοις ἐν ἔντεσι μέτρα: τουτέστι τὰ ἵππεια μέτρα τοῦ χαλινοῦ. ἀποδεδώκασι δὲ τῷ δοκεῖν τὸν Πήγασον πρῶτον ὑπὸ Βελλεροφόντου ἐν Κορίνθῳ κατεζεῦχθαι. Δίδυμος δέ φησι μήτε τοὺς ἱππικοὺς δρόμους μήτε τὰς τῶν ἁρμάτων κατασκευὰς μήτε τὸν χαλινὸν διὰ τούτων δηλοῦσθαι, ἀλλὰ τὸν κεραμεικὸν τροχὸν, ἐκ μεταφορᾶς διχόθεν μετενηνεγμένης, τοῦτο μὲν ὅτι ἵπποις οἰκεῖος ὁ τροχὸς, τοῦτο δὲ ὅτι ἑκατέρωθεν ἐλαύνεται ὑπὸ ποδὸς πτέρνης. Καλλίμαχος (fr. 263)· πτέρνῃ θ᾿ ἵππος ἐλαυνόμενος. [*]()

b. τίς γάρ, φησιν, ἕτερος εὗρε τὰ μέτρα τὰ ἐν τοῖς ἱππείοις ἔντεσι καὶ ὅπλοις γινόμενα; ἱππείοις δὲ ἔντεσιν [*]() εἶπε τοῖς τροχοῖς | τοῖς κεραμεικοῖς, ἐπειδὴ ἐπὶ τροχοῦ πλάττεται, ὁ δὲ τροχὸς κοινωνεῖ τῷ ἅρματι τῶν ἵππων. [*]()