Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

c. ἄλλως· Ἀλήτου παῖδες οἱ Κορίνθιοι. Ἀλήτης γὰρ ἡγήσατο τῆς ἀποικίας τῶν Ἡρακλειδῶν, ὅτε οἱ Ἡρακλεῖδαι κατῄεσαν εἰς Πελοπόννησον, καὶ αὐτὸς εἷς ὢν τῶν Ἡρακλειδῶν· ἦν γὰρ Ἱππότου τοῦ Φύλαντος τοῦ Ἀντιόχου τοῦ Ἡρακλέους. Δίδυμος δέ φησι τὸν Ἀλήτην μὴ οἰκιστὴν τῆς Κορίνθου γεγονέναι, ἀλλὰ βασιλέα, ἔτει τριακοστῷ μετὰ τὴν τῶν Δωριέων ἄφιξιν.[*]()

[*]()d. οὐ μόνον ἐνδόξους διὰ τὰς νίκας τοὺς Κορινθίους αἱ Ὧραι ἐποίησαν, ἀλλὰ καὶ ταῖς καρδίαις αὐτῶν ἐνέβαλον σοφίαν. [*]()[*]()

e. φησὶ δὲ ταῦτα, ἐπειδὴ Φείδων τις, Κορίνθιος ἀνὴρ, εὗρε μέτρα καὶ σταθμία· καὶ ἄλλα πολλὰ λέγονται εὑρηκέναι οἱ Κορίνθιοι· διὸ καὶ ἐπιφέρει· πᾶν δ᾿ εὑρόντος ἔργον. πολλὰ οὖν εὗρον οἱ Κορίνθιοι.

[*]()f. νικαφόρον ἀγλαΐαν: τὴν ἐκ τῆς νίκης ἡδονήν.[*]()

[*]()a. ὑπερελθόντων: νικησάντων. ὑπερβαλόντων καὶ κρεισσόνων γενομένων.