Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. ἔχω καλά τε φράσαι: ἔχω τοίνυν περὶ τῆς [*]() Κορίνθου τὰ κάλλιστα διεξελθεῖν· παρορμᾷ γὰρ ἡ τόλμα τὴν γλῶτταν, ἡ εὐθεῖα τόλμα νῦν καὶ πρόσφορος, διηγεῖσθαι περὶ αὐτῶν.[*]()

b. ἄλλως· ἡ ὑπομονὴ καὶ ἡ εὐτολμία τὴν γλῶττάν [*]() μου παρορμᾷ λέγειν τὰ ἐπ᾿ εὐθείας καὶ ἐφεξῆς τούτοις πράγματα.[*]()

a. ἄμαχον δὲ κρύψαι: ἀμήχανον καὶ ἀδύνατον [*]() ἀποκρύψαι τὸ συγγεγενημένον ἦθος καὶ ἐκ φύσεως.[*]()

a. ὔμμι δὲ παῖδες Ἀλάτα: ὑμῖν γὰρ, ὦ Κορίνθιοι, [*]() τὴν ἀπὸ τῶν νικῶν ἡδονήν τε καὶ τέρψιν παρέσχον αἱ Ὧραι, νικηταῖς γενομένοις ἐν τοῖς μεγίστοις καὶ ἱεροῖς ἀγῶσιν.[*]()

b. παῖδας δὲ Ἀλήτου εἶπε τοὺς Κορινθίους. [*]() πῶς δὲ παῖδες Ἀλήτου οἱ Κορίνθιοι; Ἀλήτης Ἱππότου τοῦ Φύλαντος τοῦ Ἀντιόχου τοῦ Ἡρακλέους, οὗτος ἐκράτησε Κορίνθου. διόπερ παῖδας Ἀλήτου εἶπε τοὺς Κορινθίους ὡς

1.360
[*]() ἀπογόνους.