Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
b. ἀλληγορικῶς· ὅτι οὐ χρή με περὶ ἄλλων πολυλογεῖν, ἐάσαντα τὸν προκείμενον ἔπαινον. τὸ δὲ ἀκόντων ῥόμβον τὴν δίνησιν καὶ τὴν βολὴν τῶν ἀκοντίων, τροπικῶς δὲ τὸν ἐγκωμιαστικὸν λόγον φησὶν, ὡς καὶ ἐν ἄλλοις (O. II 83)· πολλά μοι ὑπ᾿ ἀγκῶνος ὠκέα βέλη ἔνδον ἐντὶ φαρέτρας. ἀφέμενος γὰρ τοῦ νικηφόρου εἰς τὰ πάτρια ἀναδραμὼν πλείονι τῇ παρεκβάσει κέχρηται· διὸ καὶ ἐπιστρέφει ἑαυτόν.[*]()
c. ἱέντα ῥόμβον: τὸ ἑξῆς· ἐμὲ δὲ ἱέντα πολλὰ [*]() βέλη.
d. [παρὰ σποπὸν οὐ χρή:] ῥόμβον τὴν ῥίψιν καὶ ὁρμήν. λέγει δὲ ὅτι οὐ χρὴ περιττολογεῖν περὶ ἄλλων καὶ ἐκτραπῆναι τοῦ προκειμένου.[*]()
Μοίσαις γὰρ ἀγλαοθρόνοις εἴκων: ὁ νοῦς· [*]() οὐ γὰρ ἦλθον δι᾿ ἄλλο τι, ἀλλὰ ταῖς Μούσαις ἐπίκουρος καὶ ὑπηρέτης ἦλθον, ἵνα τῆς Κορίνθου τούτους τοὺς ἀπὸ τῆς φατρίας τῆς Ὀλιγαιθίδος καλουμένης ὄντας ἐπαινέσω καὶ τὰ πραχθέντα ὑπ᾿ αὐτῶν ἐν τῷ Ἰσθμῷ καὶ τῇ Νεμέᾳ.