Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
b. ὑποστέλλεται τὰ κατὰ τὴν τελευτὴν εἰπεῖν, ὅτι πεσὼν ἐκ[*]() τοῦ Πηγάσου χωλὸς ἐγένετο.
c. ἄλλως. τὸν θάνατον αὐτοῦ [*]() σιγήσομαι. | ὑποστέλλεται γὰρ τὸ κατὰ τὴν τελευτὴν ἐκβεβηκὸς αὐτῷ κακόν. λέγεται γὰρ ὅτι ἀναπτῆναι βουληθεὶς τῷ Πηγάσῳ, κούφως παρακινδυνεύσας, κατὰ βούλησιν τοῦ Διὸς οἰστρωθέντος τοῦ Πηγάσου ἐκπίπτει καὶ χωλοῦται· καὶ ἐπλανᾶτο κατὰ τὸ Ἀλήιον χωλός. καὶ Ὅμηρός φησιν (Ζ 201)·
ἤτοι ὁ κὰπ πεδίον τὸ Ἀλήιον οἶος ἀλᾶτο ὃν θυμὸν κατέδων.
[*]()d. τὸν δ᾿ ἐν Ὀλύμπῳ: Πήγασον· καταβαλὼν γὰρ τὸν Βελλεροφόντην [*]() ἀπενόστησεν εἰς τὸν οὐρανόν.
e. τὸν Πήγασον αἱ οὐράνιαι φάτναι τοῦ Διὸς ὑπεδέξαντο. κατηστερίσθη γάρ. καὶ Ἄρατος (892. 898) μέμνηται ὅτι εἰσὶ φάτναι ἐν οὐρανῷ καὶ ὄνοι καλούμενοι ἀστέρες.[*]()