Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. εἰ δὲ σὺν πόνῳ τις: εἰ δὲ φιλοπονήσας τις εὐτυχοίη.[*]()

b. εἰ δέ τίς, φησι, μὴ κατὰ κενὸν πονήσει.

c. εἰ δὲ διὰ τῶν πόνων ἀθλήσας νίκης τύχοι, τούτῳ μάλιστα χρεία τῶν ὕμνων· οὗτοι γὰρ αὐτῷ ἀρχὴν ποιοῦνται τῶν ὕστερον ἐσομένων περὶ αὐτοῦ λόγων· διὰ γὰρ τοὺς ὕμνους καὶ οἱ ὕστερον μνημονεύουσι τῶν προγενεστέρων, καὶ ὡσανεὶ ὅρκος πιστὸς, οὕτως καὶ οἱ ὕμνοι διασώζουσιν αὐτῶν τὴν ἀρετήν. [*]()

d. εἰ δὲ σὺν πόνῳ τις εὖ πράσσοι: εἰ δέ τίς, [*]() φησι, μὴ κατὰ κενὸν πονήσει, διὰ δὲ τῶν πόνων ἀθλήσας

1.344
τοῦ ἀθλήματος τῆς νίκης τύχοι, τούτῳ προσδεῖ τῶν ὕμνων· οὗτοι γὰρ αὐτῷ ἀρχὴν ποιοῦνται τῶν ὕστερον ἐσομένων [*]() περὶ αὐτοῦ λόγων.[*]()

e. ἄλλως· εἰ δέ τις πονήσας εὐτυχῆ πράσσοι καὶ νικήσει, τούτῳ οἱ ἡδεῖς οὗτοι ὕμνοι τῶν ὕστερον ἐπαίνων ἀρχὴ γίνονται καὶ πρόφασις· ἀντὶ τοῦ οἱ ὕμνοι οὗτοι αἴτιοι γίνονται τοῦ καὶ αὖθις μνημονεύεσθαι [*]() τοῦ νικηφόρου τὰ κατορθώματα, | τῶν ὕστερον μετὰ ταῦτα λόγων ἤτοι ἐπαίνων μελλόντων λέγεσθαι τοῦ ὕμνου τὴν ἀρχὴν καὶ τὴν πρόφασιν διδόντος.[*]()

[*]()f. μελιγάρυες: ἐπειδὴ ἡδυτάτοις μέλεσιν ἐχρήσατο.

[*]()g. ἄλλως· μελιγάρυες ὕμνοι, φησὶ, τῶν ὑστέρων λόγων ἀρχή εἰσι. δι᾿ αὐτοὺς γὰρ καὶ οἱ ὕστεροι μνημονεύουσι τῶν προγενεστέρων.

h. ἢ ταῖς ἀρεταῖς οἱ ὕμνοι συνηρμοσμένοι εἰσὶ τῶν ὑμνουμένων.[*]()