Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()Inscr.a. τόκος ἐπιγέγραπται, ἐπειδὴ ἐν προσθήκης μέρει τελευταῖον γέγραφε, καθάπερ καὶ ἐπὶ τῶν δανεισμάτων τὸ προστιθέμενον ἐκτὸς τοῦ ἀρχαίου. τόκος δὲ κέκληται παρὰ [*]() τὸ ἐπιτετέχθαι καὶ ἐπιγεγενῆσθαι τῷ ἀριθμῷ.

Inscr.b. τῷ αὐτῷ γέγραφεν ἐν προσθήκης μέρει διδοὺς ὡς ἂν τόκον διὰ τὸ μὴ παρὰ τὸν τῆς νίκης καιρὸν γεγραφέναι τὸν ἐπίνικον.

1.343

a. ἔστιν ἀνθρώποις: ὁ λόγος· καιρός ἐστι τοῖς ἀνθρώποις [*]() ὅτε χρεία γένηται ἀνέμων, ὅ,τι ἐπὶ τῶν πλεόντων μάλιστα συμβαίνει, καὶ γεωργοῖς ὄμβρου· τότε δηλονότι ἐπινίκων ὕμνων καὶ ἐγκωμίων . . . .

b. . . . ἄλλο ἔστι δὲ ὅτε καὶ τοῖς γεωργοῖς ὀμβρίων ὑδάτων γένηται.

c. ἔστιν ἀνθρώποις ἀνέμων ὅτε πλείστα χρῆσις: [*]() ἔστι καιρὸς τοῖς ἀνθρώποις, φησὶν, ὅτε πλείστη χρεία γίνεται ἀνέμου, | οἷον ἐπὶ τῶν πλεόντων μάλιστα συμβαίνει· [*]() ἔστι δὲ ὅτε καὶ οὐρανίων ὄμβρων τοῖς γηπονοῦσι χρεία· οὕτω δηλονότι καὶ τοῖς ἀθληταῖς ἐγκωμίων.

d. ἄλλως· [*]() ἔστιν ὅτε τοῖς ἀνθρώποις πολλὴ χρεία ἐστὶν ἀνέμου, | οἱονεὶ [*]() τοῖς πλέουσι, καὶ ἔστιν ὅτε πλείστη χρεία ἐστὶν ὄμβρων καὶ ὑετῶν, οἱονεὶ τοῖς γηπονοῦσιν.

ἔστι δ᾿ οὐρανίων: ἔστι δὲ καὶ ὅτε οὐρανίων ὑδάτων [*]() τοῖς γεωργοῦσιν.[*]()

παίδων νεφέλας: παῖδας νεφελῶν τοὺς ὄμβρους [*]() φησίν.