Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

Κλωθὼ μία τῶν Μοιρῶν· εἴρηται δὲ παρὰ τὸ [*]() ἐπικλώθειν ἑκάστῳ τὸ εἱμαρμένον.[*]()

a. κεκαδμένον: κεκοσμημένον.[*]() [*]()

b. κεκοσμημένον. ἀπὸ τοῦ κάζω τὸ καλλωπίζω. [*]() γράφεται δὲ καὶ κεκασμένον. σύγκειται δὲ τὸ ζ ἐκ τοῦ σ καὶ δ. διὰ τοῦτο γράφεται κεκαδμένον.

a. ἦ θαύματὰ πολλά: ἄπιστον εἶναι βούλεται τὸν [*]() τῆς ἱστορίας λόγον Πίνδαρος, ὅτι ἐκρεουργήθη ὁ Πέλοψ. ὁ δὲ ἦ βεβαιωτικός.

b. τινὲς δὲ ὀξυτόνως ἀναγινώσκουσιν, ὡς κατὰ ἀποβολὴν τοῦ σ, ἵν᾿ ᾖ θαυμαστὰ ἔργα· ὡς καὶ Ἡσίοδος (scut. 165)· θαυματὰ ἔργα.

c. ἔνιοι δὲ παράδοξα ἤκουσαν.[*]()