Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. [ἐπεί νιν καθαροῦ λέβητος:] λόγος τις παρὰ [*]() τοῖς ἱστορικοῖς ἐπὶ τὸ μυθικώτερον πέπλασται, ὡς οἱ θεοὶ ἐπὶ ἑστίασιν ἐκάλεσαν τὸν Τάνταλον [εἰς] ἔρανον [ὅ ἐστι τὴν εὐωχίαν] παρασκευάσαντες. ἐπειδὴ οὖν καὶ αὐτὸς ὁ Τάνταλος τῷ τοῦ ἐράνου τρόπῳ ἀντεισφέρειν τε τοῖς θεοῖς εὐωχίαν ἠπόρησεν, ἀσεβοῦς ἐπιχειρήματος πρόφασιν τὸ

1.30
ἄπορον ἔσχε· διακόψας γὰρ τὸν Πέλοπα ἐγκαθῆκε λέβητι καὶ ἑψήσας τοῖς θεοῖς παρέθηκε τῶν κρεῶν. μόνην δὲ τὴν Δήμητραν ἀγνοίᾳ μεταλαβεῖν λέγουσι· τινὲς δὲ τὴν Θέμιν. γνωρίσαντα δὲ τὸν Δία Ἑρμῇ προστάξαι ἐγκαθεῖναι πάλιν λέβητι τὰ κρέα καὶ ὑγιῆ τὸν παῖδα ἀποδοῦναι. ὁ δὲ [*]() Βακχυλίδης (fr. 42) τὸν Πέλοπα τὴν Ῥέαν λέγει ὑγιάσαι | καθεῖσαν διὰ λέβητος.

b. τοῦ δευτέρου οὖν ἀκουστέον, ἀφ᾿ οὗ καὶ ὑγιὴς ἀνεδόθη.[*]()

[*]()c. ἄλλως· λέγεται τῆς Δήμητρος ἀπογευσαμένης τῶν τοῦ Πέλοπος ὠμείων κρεῶν ἐλεφάντινον τὸν Ἑρμῆν ὦμον προσαρμόσαι τῷ Πέλοπι. τούτου φασὶ καὶ ὑμόμνημα τοὺς Πελοπίδας φέρειν λευκότητά τινα κατὰ τὸν ὦμον. τὸ ἐπὶ τοῦ ὤμου τοῦ Πέλοπος οἱ μὲν λευκόν τι ὡς διὰ τὸν ἐλέφαντα ἔφασαν, οἱ δὲ λόγχην ἐπὶ τὸν βραχίονα, οἱ δὲ ἐπὶ[*]() τὸν ἀριστερὸν βραχίονα Γοργόνα, | οἱ δὲ ἐπὶ τῆς ὠμοπλάτης τρίαιναν μαρτυροῦσαν τῷ τοῦ Ποσειδῶνος ἔρωτι.[*]()

[*]()d. καθαροῦ λέβητος: ἐν ᾧ συνετίθετο ὁ Πέλοψ.

e. ἀφ᾿ οὗ καὶ ὑγιὴς ἐγένετο, ὅτε τῆς Δήμητρος τὸν ὠμοπλάτην αὐτοῦ φαγούσης κατ᾿ ἄγνοιαν ἐλεφάντινος ὦμος ἐτέθη αὐτῷ ὑπ᾿ αὐτῆς.

[*]()f. ἐπεί νιν καθαροῦ λέβητος: οἷον ἀφ᾿ οὗ αὐτόν. οἱ δὲ, ἐπειδὴ αὐτόν.