Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

b. ἄλλως· εἴη σέ τε τοῦτον τὸν χρόνον ὃν ζῶμεν μὴ ἀποβαλεῖν τὴν βασιλείαν, ἐμέ τε ἐπινίκους γράφειν καὶ ὑμνεῖν τοὺς νικῶντας.[*]()

[*]()ὑψοῦ: τῷ μὲν ὑψοῦ τὴν εὐδαιμονίαν ᾐνίξατο, τῷ δὲ πατεῖν τὸ ζῆν ᾐνίξατο πάλιν.[*]()

[*]()τοσσάδε νικαφόροις: ἀντὶ τοῦ, τοσούτοις νικηφόροις ὁμιλεῖν, οἷος εἶ σύ. χαίρω δὲ γράφων τοιάδε, καὶ ἔσται τοιαῦτα οἷα ἐπὶ σοῦ.

1.57

πρόφαντον: φανερὸν καὶ ἔξοχον ἐν τῇ σοφίᾳ [*]() πανταχῆ κατὰ τοὺς Ἕλληνας ὄντα.

τέλος τοῦ Θηβαίου Ἱέρωνος. [*]()