Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()τὸ δ᾿ ἔσχατον κορυφοῦται: τὸ δὲ τελευταῖον καὶ τὸ πλῆρες, οὗπερ οὐκ ἔστιν ὑπερβολὴν τοῖς ἀνθρώποις εὑρεῖν, ὑψοῦται καὶ ἔστι τοῖς βασιλεῦσιν.

[*]()a. μηκέτι πάπταινε: μηκέτι περιβλέπου καὶ ζήτει τῆς οὔσης εὐδαιμονίας ἐν σοὶ μείζονα· ἔχεις γὰρ τὸ τέλειον.

b. μηκέτι περαιτέρω τούτων ζήτει ὧν ἔχεις, βασιλεὺς γενόμενος.[*]()

[*]()(πόρσιον:) μεγαλώτερον.

[*]()a. εἴη σέ τε τοῦτον ὑψοῦ χρόνον πατεῖν: ὁ νοῦς· εἴη σὲ μὲν τὸν χρόνον τοῦτον ὃν ζῶμεν ἐν ὕψει καὶ εὐδαιμονίᾳ διαζῆν, ἐμὲ δὲ τοσαῦτα τοῖς νικηφόροις προσδιαλέγεσθαι τοῖς ἐγκωμίοις, προφανῆ καὶ ἐπίσημον ὄντα διὰ τὴν σοφίαν ἐν τοῖς Ἕλλησιν.