Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
[*]()a. εἴη σέ τε τοῦτον ὑψοῦ χρόνον πατεῖν: ὁ νοῦς· εἴη σὲ μὲν τὸν χρόνον τοῦτον ὃν ζῶμεν ἐν ὕψει καὶ εὐδαιμονίᾳ διαζῆν, ἐμὲ δὲ τοσαῦτα τοῖς νικηφόροις προσδιαλέγεσθαι τοῖς ἐγκωμίοις, προφανῆ καὶ ἐπίσημον ὄντα διὰ τὴν σοφίαν ἐν τοῖς Ἕλλησιν.
b. ἄλλως· εἴη σέ τε τοῦτον τὸν χρόνον ὃν ζῶμεν μὴ ἀποβαλεῖν τὴν βασιλείαν, ἐμέ τε ἐπινίκους γράφειν καὶ ὑμνεῖν τοὺς νικῶντας.[*]()
[*]()τοσσάδε νικαφόροις: ἀντὶ τοῦ, τοσούτοις νικηφόροις ὁμιλεῖν, οἷος εἶ σύ. χαίρω δὲ γράφων τοιάδε, καὶ ἔσται τοιαῦτα οἷα ἐπὶ σοῦ.
1.57
πρόφαντον: φανερὸν καὶ ἔξοχον ἐν τῇ σοφίᾳ [*]() πανταχῆ κατὰ τοὺς Ἕλληνας ὄντα.