Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()b. ἄλλοισι δ᾿ ἄλλοι μεγάλοι: ἐκ ταύτης τῆς προφάσεως αἰτεῖ τὸν Ἱέρωνα.

[*]()τὸ δ᾿ ἔσχατον κορυφοῦται: τὸ δὲ τελευταῖον καὶ τὸ πλῆρες, οὗπερ οὐκ ἔστιν ὑπερβολὴν τοῖς ἀνθρώποις εὑρεῖν, ὑψοῦται καὶ ἔστι τοῖς βασιλεῦσιν.

[*]()a. μηκέτι πάπταινε: μηκέτι περιβλέπου καὶ ζήτει τῆς οὔσης εὐδαιμονίας ἐν σοὶ μείζονα· ἔχεις γὰρ τὸ τέλειον.

b. μηκέτι περαιτέρω τούτων ζήτει ὧν ἔχεις, βασιλεὺς γενόμενος.[*]()

[*]()(πόρσιον:) μεγαλώτερον.