Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
c. ὁ δὲ νοῦς· ὁ δὲ χρυσὸς ἐν ἅπασι τοῖς κτήμασι [*]() τοῦ δυνατοῦ πλούτου οὕτω διαλάμπει ὡς ἐν νυκτὶ πῦρ καιόμενον.[*]()
d. ἄριστον μὲν ὕδωρ: ἀρχὴ γὰρ τῶν ὅλων κατὰ [*]() Θαλῆν τὸ ὕδωρ. τὸ δὲ ἑξῆς τοῦ λόγου· ὁ δὲ χρυσὸς διαπρέπει μεγάνορος ἔξοχα πλούτου, ἅτε αἰθόμενον πῦρ ἐν νυκτί. διάδηλός ἐστιν ὁ ἐν πλοῦτῳ χρυσός.[*]()
e. ἄλλως. οὐδὲν ἕτερόν τι αὐτῷ τὸ προοίμιον βούλεται [*]() ἢ τεσσάρων ὄντων τῶν ἱερῶν ἀγώνων συγκριτικῶς ἐπιδοξότερον τὸν Ὀλυμπιακὸν ἀποφῆναι. οἰκειότατα δὲ καὶ τὴν εἰκόνα τῆς συγκρίσεως παρείληφε. τεσσάρων ὄντων ὡς ἔφην τῶν ἱερῶν ἀγώνων, καὶ αὐτὰ τὰ κοσμικὰ στοιχεῖα ἰσάριθμα
f. ἄλλως· σύγκρισις τῶν ἀγώνων πρὸς τὰ στοιχεῖα [*]() γράφεται ἐξ αὐτοῦ τοῦ προοιμίου. καὶ γὰρ ὃν τρόπον ἐκεῖνα αἴτια τοῦ ζῆν τοῖς ἀνθρώποις εἰσὶ, τὸν αὐτὸν καὶ τοῦ καλῶς ζῆν τοὺς ἀγῶνάς φησιν. ἐπεὶ δὲ πρώτιστον καὶ τῶν ἄλλων στοιχείων ἄμεινον τὸ ὕδωρ ἐστὶ, παραβάλλει αὐτὸ τῇ τῶν Ὀλυμπίων νίκῃ, ὡς καὶ αὐτῇ προὐχούσῃ τῶν ἄλλων τεσσάρων.
g. ἄλλως· ἄριστον μὲν ὕδωρ· ὁ δὲ χρυσὸς διαπρέπει [*]() τοῦ μεγάλως δυναμένου πλούτου, ἅτε τὸ αἰθόμενον πῦρ ἐν νυκτὶ, ἤγουν ὁ πυρσός. ἀπὸ κοινοῦ τὸ διαπρέπει.