Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()Ὑπόθεσις τῶν Ὀλυμπιονίκων.

Inscr.a. Γέγραπται μὲν ὁ ἐπινίκιος Ἱέρωνι τῷ Γέλωνος [*]() ἀδελφῷ νικήσαντι ἵππῳ κέλητι τὴν ος΄ Ὀλυμπιάδα, ἢ ὡς ἔνιοι ἅρματι. ὁ δὲ αὐτὸς νικᾷ καὶ τὴν οζ΄ Ὀλυμπιάδα

1.16
κέλητι, τῇ δὲ οη΄ Ὀλυμπιάδι τεθρίππῳ, ἐν ᾗ Ὀλυμπιάδι ἐτελεύτα. τὸ δὲ ὄνομα τοῦ νικῶντος ἵππου Φερένικός ἐστι· μέμνηται δὲ αὐτοῦ Βακχυλίδης γράφων οὕτως (V, 37)· ξανθότριχα μὲν Φερένικον Ἀλφεὸν παρ᾿ εὐρυδίναν πῶλον ἀελλοδρόμαν εἶδε νικάσαντα. ἦν δὲ Ἱέρων Δεινομένους παῖς· Δεινομένους δὲ παῖδες τέσσαρες· Γέλων Ἱέρων Πολύζηλος Θρασύβουλος· τὸ γένος τύραννος Συρακουσίων τῶν ἐπὶ Σικελίᾳ· υἱὸν δὲ ἔσχε Δεινομένη. νικήσας δὲ τὰ Ὀλύμπια ἀνεκήρυξεν ἑαυτὸν Συρακούσιον καὶ Αἰτναῖον, κτίσας τὴν παρακειμένην [πόλιν τῇ Σικελίᾳ] πόλιν Αἴτνην ὁμώνυμον τῷ ὄρει.[*]()

[*]()b. ἄλλως. γέγραπται ὁ ἐπινίκιος Ἱέρωνι τῷ Γέλωνος ἀδελφῷ νικήσαντι ἵππῳ κέλητι τὴν ος΄ Ὀλυμπιάδα, ἢ ὡς ἔνιοι ἅρματι. συνέβη δὲ αὐτὸν νικήσαντα καὶ τὴν οη΄ Ὀλυμπιάδα ἐν ταύτῃ τελευτῆσαι. τὸ δὲ ὄνομα τοῦ νικῶντος ἵππου Φερένικός ἐστιν. μέμνηται δὲ αὐτοῦ Βακχυλίδης γράφων οὕτως· ξανθότριχα μὲν Φερένικον Ἀλφεὸν παρ᾿ εὐρυδίναν πῶλον ἀελλοδρόμον νικήσαντα.[*]()

[*]()a. ἄριστον μὲν ὕδωρ: τρία ἐν ἀνθρώποις ὁ Πίνδαρος ἄριστα εἶναι λέγει· ἄριστον μὲν ὕδωρ εἰς τὸ ζῆν, οὗ

1.17
ἄνευ βιοτεύειν ἀδύνατον· εἶτα χρυσὸν ἐν πλούτῳ τῶν ἄλλων χρημάτων ἐκπρέποντα καθάπερ ἐν νυκτὶ πῦρ· πρὸς δὲ δόξαν τὴν Ὀλυμπίασι νίκην.[*]()

b. ὁ [δὲ] νοῦς τοῦ προοιμίου ὅλου τοιοῦτος· ὥσπερ τὸ [*]() μὲν ὕδωρ τῶν ἄλλων στοιχείων χρησιμώτερον, ὁ δὲ χρυσὸς τῆς λοιπῆς ὕλης προτιμότερος, οὕτως καὶ ὁ Ὀλυμπιακὸς ἀγὼν προτιμότερος τῶν ἄλλων. καὶ δευτέραν ἀπόδειξιν συγκριτικὴν ποιεῖται, τῶν τοῦ πλούτου χρημάτων ἀξιολογώτερον καὶ τιμιώτερον ἀποδεικνὺς τὸν χρυσόν. εἰ δὲ μὴ ἐβράδυνεν, ἠρκέσθη ἂν εἰς τὸν περὶ τῶν στοιχείων λόγον, καίτοι κεφαλαιωδέστερον ὄντα. ἀλλὰ πολύς ἐστιν ἐγκωμιάζων τὸν πλοῦτον, καί φαμεν ἡττᾶσθαι αὐτὸν τῆς ἑαυτοῦ φύσεως φιλοχρημάτου τυγχανούσης.